[ ] Att. — stoich. 28 — c. 400 a.
1 [κεφά]λαια·  vacat
[δη]μάρχωι Χ
[τα]μίαιν ἐς τὰ δι’ ἔτος ἱερὰ 𐅆
[ἐ]ς τὸ Ἡρακλεῖον 𐅆ΧΧ
5 [ἐ]ς Ἀφροδίσια ΧΗΗ
[ἐ]ς Ἀνάκια ΧΗΗ
[ἐ]ς τὴν ἀτέλειαν 𐅆
[ἐ]ς Ἀπολλώνια ΧΗ
[ἐ]ς Πάνδια 𐅅Η
10 [μ]ισθώσεων ΗΔΔΔ𐅂𐅂𐅂𐅂ΙΙ𐅁
[ἔδ]οξεν Πλωθειεῦσι· Ἀριστότιμος [ε]-
[ἶπ]ε· τὸς μὲν ἄρχοντας τὸ ἀργυρίο ἀ[ξ]-
[ιό]χρεως κυαμεύεν ὅσο ἑκάστη ἡ ἀρ[χ]-
[ὴ ἄ]ρχει, τούτος δὲ τὸ ἀργύριον σῶν [π]-
15 [αρ]έχεν Πλωθεῦσι, περὶ μὲν ὅτο ἐστ[ὶ]
[ψ]ήφισμα δανεισμο͂ ἢ τόκος τεταγ[μέ]-
[ν]ος κατὰ τὸ ψήφισμα δανείζοντ[ας κ]-
[α]ὶ ἐσπράττοντας, ὅσο[ν] δὲ κατ’ ἐν[ιαυ]-
[τ]ὸν δανείζεται δανείζ[ον]τας ὅ[στι]-
20 [ς] ἂν πλεῖστον τόκον διδῶι, ὃς ἂ[ν πεί]-
[θ]ηι τὸς δανείζοντας ἄρχοντα[ς τιμ]-
[ή]ματι ἢ ἐγγυητῆι. ἀπὸ δὲ το͂ τόκο [τε κ]-
αὶ τῶμ μισθώσεων, ἀντὶ ὅτο ἂν τ[ῶν κε]-
[φ]αλαίων ὠνήματα ἦι μί[σ]θωσιν φ[έρο]-
25 [ν]τα, θύεν τὰ ἱερὰ τά τε ἐς Πλωθει[ᾶς κ]-
OINA\ KAI\ TA\ E)S *)AQHNAI/OS U(PE\R *PL[WQE/]-
[ω]ν το͂ κοινο͂ καὶ τὰ ἐς τὰς πεντετ[ηρί]-
[δ]ας· καὶ ἐς τἄλλα ἱερά, ὅποι ἂν δέ[ηι Π]-
[λ]ωθέας ἅπαντας τελε͂ν ἀργύριο[ν ἐς]
30 [ἱ]ερά, ἢ ἐς Πλωθέας ἢ ἐς Ἑπακρέα[ς ἢ ἐς]
[Ἀ]θηναίος, ἐκ το͂ κοινο͂ τὸς ἄρχο[ντας],
[ο]ἳ ἂν ἄρχωσι το͂ ἀργυρίο το͂ ἐς τ[ὴν ἀτ]-
[έ]λειαν, τελε͂ν ὑπὲρ τῶν δημοτῶν· [καὶ]
[ἐ]ς τὰ ἱερὰ τὰ κοινὰ ἐν ὅσοισιν ἐ[στι]-
35 [ῶν]ται Πλωθῆς οἶνον παρέχεν ἡδὺ[ν ἐ]-
[κ το͂] κοινο͂, ἐς μὲν τὰ ἄλλα ἱερὰ μέχρ[ι]
[ἡμίχο ἑ]κάστωι τοῖς παρο͂σι Πλωθ[έω]-
[ν, ἐς Διονύσια δὲ] διδασκάλωι κάον]
[․․․․․13․․․․․․ ἀ]ποκαίοντι κ — —
40 ․․․․․․․16․․․․․․․ δημιοργ — — —
— — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us