[ ] Att. — stoich. 26 — c. 288/7
1 θεοί.
Πρόξενος Πυλαγόρου Ἀχερδούσι-
ος εἶπεν· ἐπειδὴ Φυλεὺς λαχὼν ἱε-
ρεὺς τοῦ Ἀσκληπιοῦ ἐπὶ Ἰσαίο[υ ἄ]-
5 ρχοντος τάς τε θυσίας ὅσας πρ[οσ]-
[ῆ]κεν αὐτὸν θῦσαι πάσας καλῶς κα-
[ὶ] φιλοτίμως τέθυκεν ὑπὲρ τοῦ δή-
μου τοῦ Ἀθηναίων, ἐπιμελεῖται δ-
ὲ καὶ τῆς κληρώσεως τῶν δικαστ[η]-
10 [ρ]ίων καὶ τῶν ἄλλων ὧν αὐτῶι οἵ τ[ε]
νόμοι καὶ τὰ ψηφίσματα προστάτ-
τουσιν δικαίως καὶ κατὰ το[ὺ]ς νό-
μους καὶ διὰ ταῦτα ἥ τε βουλὴ καὶ
ὁ δῆμος ἐπεινέκασιν αὐτόν· ἀγα[θ]-
15 [ε]ῖ τύχει δεδόχθαι Ἱπποθωντ[ί]δ[α]-
[ι]ς ἐπαινέσαι Φυλέα Χαιρίου Ἐλ[ε]-
[υσ]ίνιον εὐσεβείας ἕνεκα τῆς πρ-
[ς] τοὺς θεοὺς καὶ δικαιοσύνη[ς κ]-
α[ὶ] φιλοτιμίας τῆς εἰς τοὺς φυλέ-
20 τας καὶ τὸν δῆμον τὸν Ἀθηναί[ω]ν κ-
αὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στε-
φάνωι. ἀναγράψαι δὲ τόδε τὸ ψήφι-
σμα τοὺς ἐπιμελητὰς τῆς φυλῆς ἐ-
ν στήλαις λιθίναις καὶ στῆσαι τ-
25 ὴν μὲν ἐν τῶι Ἀσκληπιείωι, τὴν δὲ
ἐν τῶι Ἱπποθωντίωι· ὅ τι δ̣’ ἂν ἀνάλ-
ωμα γένηται λόγισασθαι τεῖ φ[υλ]-
εῖ.
          vacat 0.10
Search Help