[ ]
Att. — stoich. 26 — c. 288/7
| 1 | θεοί. |
| Πρόξενος Πυλαγόρου Ἀχερδούσι- | |
| ος εἶπεν· ἐπειδὴ Φυλεὺς λαχὼν ἱε- | |
| ρεὺς τοῦ Ἀσκληπιοῦ ἐπὶ Ἰσαίο[υ ἄ]- | |
| 5 | ρχοντος τάς τε θυσίας ὅσας πρ[οσ]- |
| [ῆ]κεν αὐτὸν θῦσαι πάσας καλῶς κα- | |
| [ὶ] φιλοτίμως τέθυκεν ὑπὲρ τοῦ δή- | |
| μου τοῦ Ἀθηναίων, ἐπιμελεῖται δ- | |
| ὲ καὶ τῆς κληρώσεως τῶν δικαστ[η]- | |
| 10 | [ρ]ίων καὶ τῶν ἄλλων ὧν αὐτῶι οἵ τ[ε] |
| νόμοι καὶ τὰ ψηφίσματα προστάτ- | |
| τουσιν δικαίως καὶ κατὰ το[ὺ]ς νό- | |
| μους καὶ διὰ ταῦτα ἥ τε βουλὴ καὶ | |
| ὁ δῆμος ἐπεινέκασιν αὐτόν· ἀγα[θ]- | |
| 15 | [ε]ῖ τύχει δεδόχθαι Ἱπποθωντ[ί]δ[α]- |
| [ι]ς ἐπαινέσαι Φυλέα Χαιρίου Ἐλ[ε]- | |
| [υσ]ίνιον εὐσεβείας ἕνεκα τῆς πρ- | |
| ὸ[ς] τοὺς θεοὺς καὶ δικαιοσύνη[ς κ]- | |
| α[ὶ] φιλοτιμίας τῆς εἰς τοὺς φυλέ- | |
| 20 | τας καὶ τὸν δῆμον τὸν Ἀθηναί[ω]ν κ- |
| αὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στε- | |
| φάνωι. ἀναγράψαι δὲ τόδε τὸ ψήφι- | |
| σμα τοὺς ἐπιμελητὰς τῆς φυλῆς ἐ- | |
| ν στήλαις λιθίναις καὶ στῆσαι τ- | |
| 25 | ὴν μὲν ἐν τῶι Ἀσκληπιείωι, τὴν δὲ |
| ἐν τῶι Ἱπποθωντίωι· ὅ τι δ̣’ ἂν ἀνάλ- | |
| ωμα γένηται λόγισασθαι τεῖ φ[υλ]- | |
| εῖ. | |
| vacat 0.10 |