Decree of Nakone concerning the reconciliation of rival factions. Bronze tablet with triangular pediment.
[ ]
Sikelia — Nakone — 254-241 BC? — SEG 30.1119; cf. 32.914; 34.934; 40.785; 51.1185; 53.992 — IGDS 206 — ASNP 6,1 (2001) 5-6 (add. readings)
1 | ἐπὶ Λευκίου τοῦ Καισίου καὶ Φιλωνίδα Φιλ̣[— — —], |
Ἀδωνίου τετάρται ἱσταμένου. ἔδοξε | |
τᾶι ἁλίαι καθὰ καὶ τᾶι βουλᾶι· ἐπειδὴ τᾶς | |
τύχας καλῶς προαγημένας διώρθωται τὰ κοιν̣ὰ̣ | |
5 | τῶν Νακωναίων̣, συμφέρει δὲ καὶ ἐς τὸν λοιπὸν χρόνον ὁμον[ο]- |
οῦντας πολιτεύεσθαι, πρέσβεις τε Ἐγεσταίων παργεναθέν- | |
τες Ἀπέλλιχος Ἀλ̣είδα, Ἀττικὸς Πίστωνος, Διονύσιος Δεκ[ί]- | |
ου ὑπὲρ τῶν κοινᾶι συμφερόντ̣ω‵ν π′ᾶσι τοῖς πολίταις συνεβο[ύ]- | |
λευσαν, δεδόχθαι τοῦ Ἀδωνίου τᾶι τετάρται ἱσταμένου ἁλ̣ίαν̣ | |
10 | τῶμ πολιτᾶν̣ συναγαγεῖν, καὶ ὅσσοις ἁ διαφορὰ τῶμ πολιτᾶν̣ |
γέγονε ὑπὲρ τῶν κοινῶν ἀγωνιζομένοις ἀνακληθέντας ἐς | |
τὰν ἁλίαν διάλυσιν ποιήσασθαι αὐτοὺς ποτ’ αὐτοὺς προγρα- | |
φέντας ἑκατέρων τριάκοντα. οἱ δὲ ‵ὑ̣π′ενάντιοι γεγονότες ἐν | |
τοῖς ἔμπροσθεν χρόνοις ἑκάτεροι ἑκατέρων προγραψάντω. οἱ δὲ | |
15 | ἄρχοντες τὰ ὀνόματα κλαρογραφήσαντες χωρ̣ὶς ἑκατέ- |
ρων ἐμβαλόντες ἐς ὑδρίας δυόω κλαρώντων ἕνα ἐξ ἑκα- | |
τέρων, καὶ ἐκ τῶν λοι[π]ῶν πολιτᾶν ποτικλαρώντω τρεῖς | |
πὸτ τοὺς δύο ἔξω τᾶν ἀγχιστει̣ᾶν {²⁷ἀγχιστε[ι]ᾶν}²⁷ ἇν ὁ νόμος ἐκ τῶν δ̣ικασ- | |
τηρίων μεθίστασθαι κέλεται. καὶ ἐς τὸν αὐτῶντα οἱ συν- | |
20 | λαχόντες ἀδελφοὶ αἱρετοὶ ὁμονοοῦντες ἀλ‵λ̣′ά<λ>οις με- |
τὰ πάσας δικαιότατος καὶ φιλίας. ἐπεὶ δέ κα οἱ | |
ἑξήκο<ν>τα πάντες κλᾶροι <ἀ>ερθέωντι καὶ οἱ ποτὶ | |
τούτους συλλαχόντες, τοὺς λοιποὺς πολίτας | |
πάντας κατὰ πέντε συγκλαρώντω, μὴ συγκλα- | |
25 | ρ̣ῶντες τὰς ἀγχιστείας καθὰ γ̣έγραπται, καὶ ἐς |
τὸν αὐτῶντα ἀδελφοὶ καὶ οὗτοι καθὰ [κ]αὶ τοῖς ἔμπροσ- | |
θεν αὐτοῖστα συνλελογχότες. οἱ δὲ ἱερομνάμονες τᾶι θ̣υ̣σ[ί]αι | |
θυόντω αἶ̣γα λευκάν, καὶ τὰ ποτὶ τὰν θ̣υσίαν ὅσων χρεία ἐστὶ | |
ὁ ταμίας παρεχέτω. ὁμοίως δὲ καὶ αἱ κατὰ πόδας ἀρχαὶ | |
30 | πᾶσαι θυόντω καθ’ ἕ̣καστον ἐνιαυτὸν ταύται τᾶι ἁμέραι τοῖ[ς] |
γενετόρεσσι καὶ τᾶι Ὁμονοί̣αι ἱερεῖον ἑκατέροις ὅ κα δοκιμάζων- | |
τι, καὶ οἱ πολῖται πάντες ἑορταζόντω παρ’ ἀλλάλοις | |
κατὰ τὰ‵ς ἀ̣′δελφοθετίας. τὸ δὲ ἁλίασμα τόδε κολαψάμε- | |
νοι οἱ ἄρχοντ<ε>ς ἐς χάλκωμα ἐς τὸ πρόναον τοῦ Διὸς τοῦ Ὀλυμπίο̣[υ] | |
35 | ἀναθ̣έντω. |