[ ] Att. — non-stoich. — 106/5 — IG II² 1136 Add. (pt. 1.2 p. 672)
[Δελφῶν οἱ ἄρχοντες καὶ ἁ πόλις Ἀθηναίων τᾶι]
[βουλᾶι καὶ τῶι δάμωι χαιρειν. vv τοῦ γεγονότος]
[ὑφ’ ἁμῶν δόγματος Χρύσιδι Νικήτου θυγατρί, τᾶι]
[ὑμετέραι πολίτιδι, ὑπογεγράφαμες τῶι δεῖνι τοῦ δεῖνος]
1 [․․c.7․․ Ἀθ]ηναίωι τῶ[ι προ]ξένωι τ[ὸ ἀντίγραφον]
[ὅπω]ς εἰδῆτε· vv ἔρρωσθε. vv ἐπειδὴ τοῦ δά[μου]
τοῦ Ἀθηναίων ἀγαγόντος τὰν Πυθαΐδα τ[ῶι]
[Ἀ]πόλλωνι τῶι Πυθίωι μεγαλομερῶς καὶ ἀ[ξί]-
5 [ως] τοῦ τε θεοῦ καὶ τᾶς αὐτοσαυτοῦ ἀρετᾶ[ς]
[π]αρεγενήθη μετὰ τᾶς Πυθαΐδος καὶ ἁ τᾶς Ἀ-
θάνας ἱέρεια Χρυσὶς Νικήτου θυγάτηρ καὶ τά[ν]
τε ἐπιδαμίαν καὶ ἀναστροφὰν ἐποιήσατο
καλὰν καὶ εὐσχήμονα καὶ ἀξίαν τοῦ τε δά-
10 μου τοῦ Ἀθηναίων καὶ τᾶς ἁμετέρας πόλιος·
ἀγαθᾷ τύχαι δεδόχθαι τᾶι πόλει τῶν Δελ-
φῶν, v ἐπαινέσαι Χρυσίδα Νικήτου Ἀθηναίου
θυγατέρα καὶ στεφανῶσαι αὐτὰν τῶι τοῦ
θεοῦ στεφάνωι ὧι πάτριόν ἐστιν Δελφοῖς· [δε]-
15 δόσθαι δὲ αὐτᾶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλ[ιος]
προξενίαν προμαντείαν προδικίαν ἀσυλίαν
ἀτέλειαν προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς
[ἁ] πόλις τίθητι, καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν καὶ
τἄλλα τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξέ-
20 νοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· vv ἄρχο[ν]-
τος Ξενοκράτης τοῦ Ἀγησιλάου, βουλευόντων
τὰν δευτέραν ἑξάμηνον Τιμολέωνος τοῦ Ἐμμ[ε]-
νίδα, Νικοδάμου τοῦ Στράτωνος, v γραμματε[ύ]-
οντος δὲ βουλᾶς Ἄρχωνος τοῦ Καλλικράτε-
25 ος.
Δελφ〚Δελφ〛ῶν {²⁶Δελφῶν}²⁶ ἁ πόλις
26a            in corona:
27               Χρυ-
              σίδα
             Νικήτου
30             Ἀθηναί-
            ου θυγα-
             τέρα.
Search Help