[ ] Att. — non-stoich. — c. 278/7 — IG II² 1132 Add. (pt. 1.2 p. 671)
1       θ[ε]οί.
ἐκ τοῦ μητρώιου· vvv ἐπὶ Ἱέ[ρ]ωνος ἄρχον-
τος ἐν Δελφοῖς· πυλαίας ἐαρινᾶς· ἱερομνα-
μονούντων Θεσσαλῶν Ἱπ[π]οδά[μα], Λέοντος· Α[ἰ]-
5 τωλῶν Λυκέα, Δωριμάχου· [Β]οιωτ[ῶν Ἀ]σώπωνο[ς],
Διονυσίδου· [Φω]κέω[ν Εὐφ]ρέα Χα[ρέα]· ἔδοξ[εν]
τοῖς Ἀμφικτ[ίοσιν καὶ τοῖ]ς ἱερομν[άμοσ]ιν κα[ὶ]
τοῖς ἀγορατ[ροῖς· ὅπως ἦι εἰ]ς πάντ[α χρόνον ἀσυ]-
λία καὶ ἀτέ[λεια τοῖς τεχνίτα]ις τ[οῖς ἐν Ἀθήναις]
10 καὶ μὴ ἦι ἀ[γ]ώγι[μος μηθεὶς μηθαμόθεν μήτε πολέ]-
μου μήτε εἰρήνης μήτε [τὰ χρήματα αὐτῶν, ἀλλ’ ἦι]
αὐτοῖς ἀτέλεια καὶ ἀσφάλε[ια εἰς πάντα χρόνον ἡ συν]-
κεχωρημένη ὑπὸ πάντων τῶν Ἑλλ[ήνων βεβαία, εἶναι]
δὲ τοῦς τεχνίτας ἀτελεῖς στρατε[ίας πεζικᾶς]
15 καὶ ναυτικᾶς, ὅπως τοῖς θεοῖς αἱ τιμ[αὶ καὶ αἱ θυσίαι ἐ]-
φ’ ἅς εἰσι τεταγμένοι οἱ τεχνῖται συντ[ελῶνται ἐν]
τοῖς καθήκουσιν χρόνοις ὄντων αὐτῶ[ν ἀπολυπρα]-
[γ]μονήτων καὶ ἱερῶν πρὸς ταῖς τῶν θεῶ[ν λειτουργί]-
αις· μὴ ἐξέστω δὲ μηδενὶ ἄγειν τὸν τ[εχνίταν μήτε]
20 πολέμου μήτε εἰρήνας μη̣δὲ συλᾶν [εἴ κα μὴ χρέ]-
ος ἔχων πόλει ἦι ὑπόχρεως, καὶ ἐὰν ἰδ[ίου ἦι συνβολαί]-
ου ὑπόχρεος ὁ τεχνίτας· v ἐὰν δέ τι[ς παρὰ ταῦτα ποι]-
ῆι, ὑπόδικος ἔστω ἐν Ἀμφικτίοσιν [αὐτός τε καὶ ἡ πό]-
λις ἐν ἇι ἂν τὸ ἀδίκημα κατὰ τοῦ τ[εχνίτα συντελεσ]-
25 θῆι· εἶμεν δὲ τὰν ἀτέλειαν καὶ τὰ[ν ἀσφάλειαν τὰν]
δεδομέναν ὑπὸ Ἀμφικτιόνων τ[οῖς ἐν Ἀθήναις τε]-
χνίταις εἰς τὸν ἀεὶ χρόνον οὖσι[ν ἀπολυπραγμονή]-
τοις· v τοὺς δὲ γραμματεῖς ἀνα[γράψαι τὸ δόγμα]
εἰστήλαν λιθίναν καὶ στῆσαι ἐν [Δελφοῖς· πέμψαι]
30 δὲ καὶ ποτὶ Ἀθηναίους τοῦ δόγματο[ς τοῦδε ἀντίγρα]-
φον ἐσφραγισμένον, ἵνα εἰδῶντι ο[ἱ τεχνῖται ὅτι οἱ]
Ἀμφικτίονες πλείσταν ἔχοντι πρόν[οιαν ὑπὲρ τᾶς]
πρὸς τοὺς θεοὺς εὐσεβείας καὶ κατα[κολουθήκαντι]
τοῖς παρακαλουμένοις ὑπὸ τῶν τεχν[ιτᾶν, πειράσον]-
35 ται δὲ καὶ εἰς τὸ λοιπὸν ταῦτά τε φυλά[σσειν εἰς τὸν ἅ]-
παντα χρόνον καὶ ἄλλο ὅ τι ἂν ἔχωντι [ἀγαθὸν προσαύ]-
ξειν ὑπὲρ τῶν περὶ τὸν Διόνυσον τ[εχνιτᾶν. πρέσσ]-
[β]εις· Ἀστυδάμας ποιητὴς τραγωι[διῶν. Νεοπτόλε]-
μος τραγωιδός.
40 ἐκ τοῦ μητρώιου· ἐπὶ Δημοστράτου [ἄρχοντος μηνὸς Βοη]-
δρομιῶνος· τὸ κοινὸν τῶν Ἀμφικτιό[νων Ἀθηναίων τεῖ]
βουλεῖ καὶ τῶι δήμωι χαίρειν· πρεσβευ[σάντων πρὸς ἡ]-
μᾶς παρὰ τῶν τεχνιτῶν τῶν μετεχ[όντων τῆς παρ’ ὑ]-
μῖν συ〚ο〛νόδου {²⁶συνόδου}²⁶ Διονυσίου τοῦ Νύμφι[δος τραγικοῦ ὑ]-
45 ποδιδασκάλου, Θυμοτέλου τοῦ Φιλο[κλέους τραγικοῦ]
ποιητοῦ, Ἐλπινίκου τοῦ Ἐπικράτου τραγ[ικοῦ ὑποδιδασ]-
κάλου, Φιλίωνος τοῦ Φιλομήλου τραγικοῦ [ὑποδιδασκάλου],
Ἀρίστωνος τοῦ Ζήνωνος τραγικοῦ ὑποδι[δασκάλου καὶ]
ἣν ἔλαβον ἀπόκρισιν παρ’ ἡμῶν οἰηθέντω[ν δεῖν πέμπειν]
50 καὶ πρὸς ὑμᾶς, ὑπογεγράφαμεν ὑμῖν τοῦ γ[εγενημένου]
ὑφ’ ἡμῶν δόγματος τὸ ἀντίγραφον.  vacat
ἄρχοντος ἐν Δελφοῖς Ἀριστίωνος τοῦ Ἀνα[ξανδρίδου μη]-
νὸς Βουκατίου, Πυθίοις· ἔδοξεν τοῖς Ἀμφικτ[ίοσιν τοῖς συνελ]-
θοῦσιν ἱερομνημονούντων παρὰ μὲν Θεσσ[αλῶν Λέοντος τοῦ]
55 Κλεΐππου Ἀτραγίου, Πολλίχου τοῦ Φρύνου Γ[ομφέως, παρὰ δὲ Ἀ]-
χαιῶν Φθιωτῶν Μνασάρχου τοῦ Λέοντ[ος] Λα[ρισαίου, Λαμπρο]-
μάχου τοῦ Πολίτου Μελιταιέως, παρ[ὰ δὲ Μαλιέων   — — νου]
[τ]οῦ Ξενολάου Ἐχιναίου, παρὰ δὲ Δολ[πων Δεξάνδρου τοῦ]
Κλεωνύμου Ἀγγειάτου, παρὰ δὲ Δελφ[ν Ἄγωνος τοῦ Ἀριστί]-
60 ωνος, Ἁβρομάχου τοῦ Μαντίου, παρὰ δὲ Φ[ωκέων Τιμοκράτους]
καὶ Φαΰλλου τῶν Ἐπινίκου Λιλαιέων, πα[ρὰ δὲ Βοιωτῶν Ἀθα]-
νίου τοῦ Ὀφέλτου Θηβαί[ου], Δημοκρίτου το[ῦ Εὐθύμου Θεσπιέως],
παρὰ δὲ Μαγνήτων Θεο[δό]του τοῦ Διογένο[υ, Δημητρίου τοῦ Ἑστι]-
αίου Δημητριέων, παρὰ δ[ὲ] Αἰνιάνων Μοσ[χίωνος τοῦ Σιττύρα καὶ]
64a            vacat 0.105 = spatium 5 fere versuum
                                          [παρὰ δὲ Δωριέ]-
65 ων τῶν ἐγ Μητροπόλεως Τεισέου τοῦ ἈλεξάνδροΚυτινιέως],
παρὰ δὲ Περραιβῶν Χαριδήμου τοῦ Φιλοκράτου Γον[νέως, παρὰ]
δὲ Δωριέων τῶν ἐκ Πελοποννήσου Διοίτα τοῦ Νικο[στράτου Σι]-
κυωνίου, [π]αρὰ δὲ Εὐβοέων Ἀντ[ιλ]έοντος τοῦ Πολιά[γρου Χαλκι]-
δέως· v ἐπειδὴ οἱ περὶ τὸν Διόνυ[σ]ον τεχνῖται οἱ ἐν [Ἀθήναις ψή]-
70 φισμα καὶ πρεσβευτὰς ἀποσ[τεί]λαντες Διονύσ[ιον Νύνφιδος]
τραγικὸν ὑποδιδάσκαλον, Θυ[μοτέ]λην Φιλοκλέου[ς τραγικὸν ποι]-
ητήν, Ἐλπίνικον Ἐπικράτου τρα[γικ]ὸν ὑποδιδάσκ[αλον, Φιλίωνα]
Φιλομήλου τραγικὸν ὑποδιδάσκα[λ]ον, Ἀρίστωνα Ζ[ήνωνος τραγι]-
κὸν ὑποδιδάσκαλον ἀνανενέων[ται] τὴν δεδομέν[ην τοῖς τεχνί]-
75 ταις τοῖς ἐν Ἀθήναις πρότερον ὑπὸ [τῶν Ἀ]μφικτιόνω[ν ἀσυλίαν καὶ ἀσ]-
φάλειαν κατὰ τὸ δόγμα καὶ παρακ[αλοῦ]σιν τοὺς Ἀμφ[ικτίονας ἀκόλου]-
θα πράττοντας τῆ[ι τ]ῶν προγόνων αἱρέσει συντηρῆσα[ι τὰ ψηφισθέν]-
τα ἑαυτοῖς φιλάνθρωπα· ὅπως οὖν καὶ οἱ Ἀμφικτίονες [φαίνωνται τὰ]
πρότερον δεδογμένα βεβαιοῦντες, δεδόχθαι τοῖς [Ἀμφικτίοσιν εἶ]-
80 ναι τοῖς ἐν Ἀθήναις τεχνίταις τήν τε ἀσυλίαν [κ]αὶ τὴ[ν ἀσφάλειαν εἰς]
τὸν ἀεὶ χρόνον καθὰ καὶ ἐξ ἀρχῆς ὑπῆρχεν, καὶ ε[ἶνα]ι αὐ[τοὺς στρατείας]
[ἀ]τελεῖς καὶ μὴ ἐξεῖναι μηθενὶ ἄγειν τὸν τεχ[νί]τη[ν τὸν μετέχον]-
τα τῆς ἐν Ἀθήναις συνόδου μήτε πολέμου μήτ[ε] ε[ἰρήνης μηδὲ συ]-
λᾶν μηδὲ ῥυσιάζειν ἀλλ’ εἶναι αὐτοὺς ἱεροὺς καὶ [ἀπολυπραγμο]-
85 νήτους, ἐὰν μή τις ἄγῃ τινὰ τούτων πρὸ[ς] ἱδίον χρέ[ος· ἐὰν δέ τις πα]-
ρὰ ταῦτα ποιῆι, ὑπόδικος ἔστω ἐν Ἀμφικ[τί]οσιν καὶ [αὐτὸς καὶ ἡ πό]-
λις, ἐν ἧι ἂν τὸ ἀδίκημα κατὰ τοῦ τεχνί[του] συντ[ε]λε[σθῆι, ἵνα τού]-
των γινομένων ὑπάρχηι ἥ τε ἀσυλία καὶ ἡ ἀ[σ]φάλεια τ[οῖς τεχνίταις]
τοῖς ἐν Ἀθήναις καὶ οἱ Ἀμφικτίονες φαίνωνται ἀκόλο[υθα] πρά[ττον]-
90 τες τῆι τῶν προγόνων αἱρέσει. ἀναγράψαι δὲ τὸ δόγμα ἐ[ν Δ]ελφοῖς, ὁ-
[μ]οίως δὲ καὶ διαποστείλασθαι τοῦ δόγματος τοῦδε ἀντί[γ]ραφον πρὸς
τὸν δῆμον τὸν Ἀθηναίων, ὅπως παρακολουθῆι τὰ δεδογμέ[ν]α φιλάν-
θρωπα παρὰ τῶν Ἀμφικτιόνων τοῖς ἐν Ἀθήναις τεχνίτα[ις· ε]ἶναι δὲ
ταῦτα τοῖς ἐν Ἀθήναις τεχνίταις, ἐὰν μή τι Ῥωμαίοις ὑπ[εν]αντίον ἦ[ι].
95                       vacat 0.13
Search Help
Contact Us