[ ]
Att. — non-stoich. — c. 278/7 — IG II² 1132 Add. (pt. 1.2 p. 671)
1 | θ[ε]οί. |
ἐκ τοῦ μητρώιου· vvv ἐπὶ Ἱέ[ρ]ωνος ἄρχον- | |
τος ἐν Δελφοῖς· πυλαίας ἐαρινᾶς· ἱερομνα- | |
μονούντων Θεσσαλῶν Ἱπ[π]οδά[μα], Λέοντος· Α[ἰ]- | |
5 | τωλῶν Λυκέα, Δωριμάχου· [Β]οιωτ[ῶν Ἀ]σώπωνο[ς], |
Διονυσίδου· [Φω]κέω[ν Εὐφ]ρέα Χα[ρέα]· ἔδοξ[εν] | |
τοῖς Ἀμφικτ[ίοσιν καὶ τοῖ]ς ἱερομν[άμοσ]ιν κα[ὶ] | |
τοῖς ἀγορατ[ροῖς· ὅπως ἦι εἰ]ς πάντ[α χρόνον ἀσυ]- | |
λία καὶ ἀτέ[λεια τοῖς τεχνίτα]ις τ[οῖς ἐν Ἀθήναις] | |
10 | καὶ μὴ ἦι ἀ[γ]ώγι[μος μηθεὶς μηθαμόθεν μήτε πολέ]- |
μου μήτε εἰρήνης μήτε [τὰ χρήματα αὐτῶν, ἀλλ’ ἦι] | |
αὐτοῖς ἀτέλεια καὶ ἀσφάλε[ια εἰς πάντα χρόνον ἡ συν]- | |
κεχωρημένη ὑπὸ πάντων τῶν Ἑλλ[ήνων βεβαία, εἶναι] | |
δὲ τοῦς τεχνίτας ἀτελεῖς στρατε[ίας πεζικᾶς] | |
15 | καὶ ναυτικᾶς, ὅπως τοῖς θεοῖς αἱ τιμ[αὶ καὶ αἱ θυσίαι ἐ]- |
φ’ ἅς εἰσι τεταγμένοι οἱ τεχνῖται συντ[ελῶνται ἐν] | |
τοῖς καθήκουσιν χρόνοις ὄντων αὐτῶ[ν ἀπολυπρα]- | |
[γ]μονήτων καὶ ἱερῶν πρὸς ταῖς τῶν θεῶ[ν λειτουργί]- | |
αις· μὴ ἐξέστω δὲ μηδενὶ ἄγειν τὸν τ[εχνίταν μήτε] | |
20 | πολέμου μήτε εἰρήνας μη̣δὲ συλᾶν [εἴ κα μὴ χρέ]- |
ος ἔχων πόλει ἦι ὑπόχρεως, καὶ ἐὰν ἰδ[ίου ἦι συνβολαί]- | |
ου ὑπόχρεος ὁ τεχνίτας· v ἐὰν δέ τι[ς παρὰ ταῦτα ποι]- | |
ῆι, ὑπόδικος ἔστω ἐν Ἀμφικτίοσιν [αὐτός τε καὶ ἡ πό]- | |
λις ἐν ἇι ἂν τὸ ἀδίκημα κατὰ τοῦ τ[εχνίτα συντελεσ]- | |
25 | θῆι· εἶμεν δὲ τὰν ἀτέλειαν καὶ τὰ[ν ἀσφάλειαν τὰν] |
δεδομέναν ὑπὸ Ἀμφικτιόνων τ[οῖς ἐν Ἀθήναις τε]- | |
χνίταις εἰς τὸν ἀεὶ χρόνον οὖσι[ν ἀπολυπραγμονή]- | |
τοις· v τοὺς δὲ γραμματεῖς ἀνα[γράψαι τὸ δόγμα] | |
εἰστήλαν λιθίναν καὶ στῆσαι ἐν [Δελφοῖς· πέμψαι] | |
30 | δὲ καὶ ποτὶ Ἀθηναίους τοῦ δόγματο[ς τοῦδε ἀντίγρα]- |
φον ἐσφραγισμένον, ἵνα εἰδῶντι ο[ἱ τεχνῖται ὅτι οἱ] | |
Ἀμφικτίονες πλείσταν ἔχοντι πρόν[οιαν ὑπὲρ τᾶς] | |
πρὸς τοὺς θεοὺς εὐσεβείας καὶ κατα[κολουθήκαντι] | |
τοῖς παρακαλουμένοις ὑπὸ τῶν τεχν[ιτᾶν, πειράσον]- | |
35 | ται δὲ καὶ εἰς τὸ λοιπὸν ταῦτά τε φυλά[σσειν εἰς τὸν ἅ]- |
παντα χρόνον καὶ ἄλλο ὅ τι ἂν ἔχωντι [ἀγαθὸν προσαύ]- | |
ξειν ὑπὲρ τῶν περὶ τὸν Διόνυσον τ[εχνιτᾶν. πρέσσ]- | |
[β]εις· Ἀστυδάμας ποιητὴς τραγωι[διῶν. Νεοπτόλε]- | |
μος τραγωιδός. | |
40 | ἐκ τοῦ μητρώιου· ἐπὶ Δημοστράτου [ἄρχοντος μηνὸς Βοη]- |
δρομιῶνος· τὸ κοινὸν τῶν Ἀμφικτιό[νων Ἀθηναίων τεῖ] | |
βουλεῖ καὶ τῶι δήμωι χαίρειν· πρεσβευ[σάντων πρὸς ἡ]- | |
μᾶς παρὰ τῶν τεχνιτῶν τῶν μετεχ[όντων τῆς παρ’ ὑ]- | |
μῖν συ〚ο〛νόδου {²⁶συνόδου}²⁶ Διονυσίου τοῦ Νύμφι[δος τραγικοῦ ὑ]- | |
45 | ποδιδασκάλου, Θυμοτέλου τοῦ Φιλο[κλέους τραγικοῦ] |
ποιητοῦ, Ἐλπινίκου τοῦ Ἐπικράτου τραγ[ικοῦ ὑποδιδασ]- | |
κάλου, Φιλίωνος τοῦ Φιλομήλου τραγικοῦ [ὑποδιδασκάλου], | |
Ἀρίστωνος τοῦ Ζήνωνος τραγικοῦ ὑποδι[δασκάλου καὶ] | |
ἣν ἔλαβον ἀπόκρισιν παρ’ ἡμῶν οἰηθέντω[ν δεῖν πέμπειν] | |
50 | καὶ πρὸς ὑμᾶς, ὑπογεγράφαμεν ὑμῖν τοῦ γ[εγενημένου] |
ὑφ’ ἡμῶν δόγματος τὸ ἀντίγραφον. vacat | |
ἄρχοντος ἐν Δελφοῖς Ἀριστίωνος τοῦ Ἀνα[ξανδρίδου μη]- | |
νὸς Βουκατίου, Πυθίοις· ἔδοξεν τοῖς Ἀμφικτ[ίοσιν τοῖς συνελ]- | |
θοῦσιν ἱερομνημονούντων παρὰ μὲν Θεσσ[αλῶν Λέοντος τοῦ] | |
55 | Κλεΐππου Ἀτραγίου, Πολλίχου τοῦ Φρύνου Γ[ομφέως, παρὰ δὲ Ἀ]- |
χαιῶν Φθιωτῶν Μνασάρχου τοῦ Λέοντ[ος] Λα[ρισαίου, Λαμπρο]- | |
μάχου τοῦ Πολίτου Μελιταιέως, παρ[ὰ δὲ Μαλιέων — — νου] | |
[τ]οῦ Ξενολάου Ἐχιναίου, παρὰ δὲ Δολό[πων Δεξάνδρου τοῦ] | |
Κλεωνύμου Ἀγγειάτου, παρὰ δὲ Δελφῶ[ν Ἄγωνος τοῦ Ἀριστί]- | |
60 | ωνος, Ἁβρομάχου τοῦ Μαντίου, παρὰ δὲ Φ[ωκέων Τιμοκράτους] |
καὶ Φαΰλλου τῶν Ἐπινίκου Λιλαιέων, πα[ρὰ δὲ Βοιωτῶν Ἀθα]- | |
νίου τοῦ Ὀφέλτου Θηβαί[ου], Δημοκρίτου το[ῦ Εὐθύμου Θεσπιέως], | |
παρὰ δὲ Μαγνήτων Θεο[δό]του τοῦ Διογένο[υ, Δημητρίου τοῦ Ἑστι]- | |
αίου Δημητριέων, παρὰ δ[ὲ] Αἰνιάνων Μοσ[χίωνος τοῦ Σιττύρα καὶ] | |
64a | vacat 0.105 = spatium 5 fere versuum |
[παρὰ δὲ Δωριέ]- | |
65 | ων τῶν ἐγ Μητροπόλεως Τεισέου τοῦ Ἀλεξάνδρο[υ Κυτινιέως], |
παρὰ δὲ Περραιβῶν Χαριδήμου τοῦ Φιλοκράτου Γον[νέως, παρὰ] | |
δὲ Δωριέων τῶν ἐκ Πελοποννήσου Διοίτα τοῦ Νικο[στράτου Σι]- | |
κυωνίου, [π]αρὰ δὲ Εὐβοέων Ἀντ[ιλ]έοντος τοῦ Πολιά[γρου Χαλκι]- | |
δέως· v ἐπειδὴ οἱ περὶ τὸν Διόνυ[σ]ον τεχνῖται οἱ ἐν [Ἀθήναις ψή]- | |
70 | φισμα καὶ πρεσβευτὰς ἀποσ[τεί]λαντες Διονύσ[ιον Νύνφιδος] |
τραγικὸν ὑποδιδάσκαλον, Θυ[μοτέ]λην Φιλοκλέου[ς τραγικὸν ποι]- | |
ητήν, Ἐλπίνικον Ἐπικράτου τρα[γικ]ὸν ὑποδιδάσκ[αλον, Φιλίωνα] | |
Φιλομήλου τραγικὸν ὑποδιδάσκα[λ]ον, Ἀρίστωνα Ζ[ήνωνος τραγι]- | |
κὸν ὑποδιδάσκαλον ἀνανενέων[ται] τὴν δεδομέν[ην τοῖς τεχνί]- | |
75 | ταις τοῖς ἐν Ἀθήναις πρότερον ὑπὸ [τῶν Ἀ]μφικτιόνω[ν ἀσυλίαν καὶ ἀσ]- |
φάλειαν κατὰ τὸ δόγμα καὶ παρακ[αλοῦ]σιν τοὺς Ἀμφ[ικτίονας ἀκόλου]- | |
θα πράττοντας τῆ[ι τ]ῶν προγόνων αἱρέσει συντηρῆσα[ι τὰ ψηφισθέν]- | |
τα ἑαυτοῖς φιλάνθρωπα· ὅπως οὖν καὶ οἱ Ἀμφικτίονες [φαίνωνται τὰ] | |
πρότερον δεδογμένα βεβαιοῦντες, δεδόχθαι τοῖς [Ἀμφικτίοσιν εἶ]- | |
80 | ναι τοῖς ἐν Ἀθήναις τεχνίταις τήν τε ἀσυλίαν [κ]αὶ τὴ[ν ἀσφάλειαν εἰς] |
τὸν ἀεὶ χρόνον καθὰ καὶ ἐξ ἀρχῆς ὑπῆρχεν, καὶ ε[ἶνα]ι αὐ[τοὺς στρατείας] | |
[ἀ]τελεῖς καὶ μὴ ἐξεῖναι μηθενὶ ἄγειν τὸν τεχ[νί]τη[ν τὸν μετέχον]- | |
τα τῆς ἐν Ἀθήναις συνόδου μήτε πολέμου μήτ[ε] ε[ἰρήνης μηδὲ συ]- | |
λᾶν μηδὲ ῥυσιάζειν ἀλλ’ εἶναι αὐτοὺς ἱεροὺς καὶ [ἀπολυπραγμο]- | |
85 | νήτους, ἐὰν μή τις ἄγῃ τινὰ τούτων πρὸ[ς] ἱδίον χρέ[ος· ἐὰν δέ τις πα]- |
ρὰ ταῦτα ποιῆι, ὑπόδικος ἔστω ἐν Ἀμφικ[τί]οσιν καὶ [αὐτὸς καὶ ἡ πό]- | |
λις, ἐν ἧι ἂν τὸ ἀδίκημα κατὰ τοῦ τεχνί[του] συντ[ε]λε[σθῆι, ἵνα τού]- | |
των γινομένων ὑπάρχηι ἥ τε ἀσυλία καὶ ἡ ἀ[σ]φάλεια τ[οῖς τεχνίταις] | |
τοῖς ἐν Ἀθήναις καὶ οἱ Ἀμφικτίονες φαίνωνται ἀκόλο[υθα] πρά[ττον]- | |
90 | τες τῆι τῶν προγόνων αἱρέσει. ἀναγράψαι δὲ τὸ δόγμα ἐ[ν Δ]ελφοῖς, ὁ- |
[μ]οίως δὲ καὶ διαποστείλασθαι τοῦ δόγματος τοῦδε ἀντί[γ]ραφον πρὸς | |
τὸν δῆμον τὸν Ἀθηναίων, ὅπως παρακολουθῆι τὰ δεδογμέ[ν]α φιλάν- | |
θρωπα παρὰ τῶν Ἀμφικτιόνων τοῖς ἐν Ἀθήναις τεχνίτα[ις· ε]ἶναι δὲ | |
ταῦτα τοῖς ἐν Ἀθήναις τεχνίταις, ἐὰν μή τι Ῥωμαίοις ὑπ[εν]αντίον ἦ[ι]. | |
95 | vacat 0.13 |