[ ] Att. — non-stoich. — med. s. IV a.
1 ․․#⁷Ε — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
․ ἐξαγον[τ — — — — — — — — — — — — — — — — — — — — — — — τὰ τ]-
ε μέρη ὁ ἄγ[ων? — — — — — — — — — — — — — — — — — — — — — — —]
ντι καὶ ἐὰ[ν — — — — — — — — — — — — — — — — — — — — — — — —]
5 [Κ]αρθαιεῦσι [ἐ]ψ[η]φισ[— — — — — — — — — — καλέσαι δὲ — τοὺς Ἀθηναίους — — εἰς τὸ]
πρυτανεῖον· [ὅ]πως δ’ ἂ[ν — — — — — — — — — — — — — — — — — γ]-
έγραπται, ἐπ[ι]μεληθῆν[αι — — — — — — — — — — — — — — — ὅ τι]
ἂν δύνωνται ἀγαθὸν — — — — — — — — — — — — — — — — — — — — —
[Θεογ]ένης εἶπεν· δεδόχθαι τῆι βο[υλῆι καὶ τῶι δήμωι τῶι Κορησίων· περὶ ὧν λέγουσι οἱ παρ’ Ἀθη]-
10 ναίων, εἶναι τῆς μίλτου τὴν ἐξ[αγωγὴν Ἀθήναζε — — — — — — κ]-
αθάπερ πρότερον ἦν· ὅπως δ’ ἂν κύρια ἦι [τ]ὰ ψηφίσματα [τὰ πρότερον γεγενημένα Ἀθηναίων κ]-
αὶ Κορησίων τὰ περὶ τῆς μίλτου, ἐξάγειν ἐμ πλοίωι ὧ[ι ἂν Ἀθηναίοι ἀποδείξωσιν, ἐν ἄλλωι]
δὲ πλοίωι μηδενί, ναῦλλον δὲ τελεῖν ὀβολὸν τοῦ [ταλάντου ἑκάστου τοῖς ναυκλήροις το]-
[ὺ]ς ἐργαζομένους· ἐὰν δέ τις ἐν ἄλλωι πλοίωι ἐξάγ[ηι, ἔνοχον εἶναι — — — — — — — —].
15 [ἀ]ναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐσστήληι λιθίνηι κα[ὶ καταθεῖναι — — — — — — — — — τ]-
[ο]Ἀπόλλωνος, καὶ τὸν νόμον καθάπερ πρότερον εἶχ[ε κυρίον εἶναι· τὴν δὲ ἔνδειξιν εἶν]-
αι πρὸς τοὺς ἀστυνόμους, τοὺς δὲ ἀστυνόμους δοῦνα[ι τὴν ψῆφον περὶ αὐτῆς τριάκοντα ἡ]-
μερῶν εἰς τὸ δικαστήριον· τῶι δὲ φήναντι ἢ ἐνδείξαντ[ι — — — — — — — — — — τῶν ἡμι]-
σ[έ]ων· ἐὰν δὲ δοῦλος ἦι ὁ ἐνδείξας, ἐὰμ μὲν τῶν ἐξαγόν[των ἦι, ἐλεύθερος ἔστω καὶ τὰ τρ]-
20 [ί]α μέρη ἔστω αὐτῶι· ἐὰν δὲ ἄλλου τινὸς ἦι, ἐλεύθερος ἔστ[ω καὶ — — — — — — — — — — εἶν]-
αι [δὲ] καὶ ἔφεσιν Ἀθήναζε καὶ τῶι φήναντι καὶ τῶι ἐνδεί[ξαντι· ἐὰν δέ τι ἄλλο ψηφίζωντα]-
ι Ἀθηναῖοι περὶ φυλακῆς τῆς μίλτου, κύρια εἶναι κατακομι[σθέντα τὰ ἐψηφισμένα· τε]-
λεῖν δὲ τὴμ πεντηκοστὴν τοῖς πεντηκοστολόγοις τοὺς ἐ[ργαζομένους· καλέσαι δὲ]
[κ]αὶ ἐπὶ ξένια εἰς τὸ πρυτανείον τοὺς Ἀθηναίους εἰς αὔριον. vacat
25 [ἔδ]οξεν τῆι βουλῆι καὶ τῶι δήμωι τῶι Ἰολιητῶν· περὶ [ὧν οἱ παρ’ Ἀθηναίων λέγουσι, δεδό]-
[χθ]αι τῆι βουλῆι καὶ τῶι δήμωι τῶι Ἰολιητῶν, εἶναι τὴ[ν ἐξαγωγὴν τῆς μίλτου Ἀθήναζ]-
[ε], ἄλλοσε δὲ μηδαμῆι ἀπὸ τῆσδε τῆς ἡμέρας· ἐὰν δέ τι[ς ἄλλοσε ἐξάγηι, δημόσια εἶναι τ]-
ὸ πλοῖον καὶ τὰ χρήματα τὰ ἐν τῶι πλοίωι· τῶι δὲ φήν[αντι ἢ ἐνδείξαντι εἶναι τὰ ἡ]-
μίσεα· ἐὰν δὲ δοῦλος ἦι ὁ μηνύσας, ἐλεύθερος ἔσ[τω καὶ — — — — — τῶν — — χρημ]-
30 άτων μετέστω αὐτῶι· τὸν δὲ ἐξάγοντα ἐκ Κέω μίλτον ἐξ[άγειν ἐμ πλοίωι ὧι ἂν Ἀθηναῖοι ἀποδ]-
είξωσιν· ἐὰν δέ τις ἐν ἄλλωι ἐξάγηι πλοίωι, ἔνοχον [εἶναι — — — — — — —· ἐὰν δέ τι ἄλ]-
λο ψηφίζωνται Ἀθηναίοι περὶ φυλακὴς τῆς μίλ[του — — — — — — — — — — — — — κύρια εἶ]-
ναι ἃ ἂν Ἀθηναῖοι ψηφίζωνται· ἀτέλειαν δὲ εἶναι — — — —
ιου ἀπὸ τοῦ μηνὸς τοῦ Ἑρμαιῶνος· καλέσαι δὲ τοὺ[ς Ἀθηναίους ἐπὶ ξένια εἰς τὸ πρυτανεί]-
35 ον· τὴν δὲ ἔνδειξιν εἶναι Ἀθήνησι μὲν πρὸς τοὺς [ἕνδεκα, ἐν Ἰουλίδι δὲ εἰσαγωγέας εἶν]-
αι τοὺς προστάτας· ὁπόσοι δ’ ἂν δόξωσιν ἐξάγειν [παρὰ τὸν νόμον, τῶν χρημάτων τὰ μὲν ἡ]-
μίσεα εἶναι τοῦ δήμου τοῦ Ἰολιητῶν, τὰ δ’ ἡμίσεα [τοῦ φήναντος. ἀναγράψαι δὲ τόδε τὸ ψ]-
ήφισμα τὴμ βουλὴν καὶ καταθεῖν[α]ι ἐν τῶι λιμ[ένι].
οἵδε ἡιρέθησαν· ἄνδρων ἐκ Κεραμέων, Λυσια— — — —, — — —, — — —, — — —
40 Φλυεύς, Εὐφρόσυνος Παιανιεύς.  vacat
                       vacat 0.008
Search Help