[ ]
Italia — Roma — 425 AD? — SEG 13.471 — IGUR I 69 — ZPE 94 (1992) 287-294
| 1 | εἰσοράᾳς με, φίλος, Φαῦ[στον, σοφὸς ὅσπερ ἔπαρχος] |
| Ῥώμης ξεινοδόκον θῆκ̣[ε λοετρὸν ⏑ –]· | |
| εἰσέτι δ’ ἀγγελίης τε θρασυπτόλεμ[οι κλύον ἀστοὶ] | |
| χῶρός τ’ Εὐφροσύνης ἐρχομένο[υς δέχεται]· | |
| 5 | ἑζομένους δ’ ἵπποισιν ἰδὼν ἑκάτερθ[εν Ἀνάκτας], |
| Φαῦστον ἀνυμνήσεις καὶ πρὶν ἵ[κῃ πρόδομα]. |