[ ] Att. — c. 124/5
See also:
1 ․․․Λ․ει μετρη[σ — — — — — — — — — — — — — — —]
δὲ τὴν διοβελίαν ․․․c.11․․․․#⁷#⁷α μηδὲ [․․․․․c.14․․․․․τοῖς]
δὲ ἐν Ἐλευσεῖνι ἁλιεῦσιν ἀτέλειαν ἰχθύ[ων εἶναι ὅταν ἐν Ἐλευ]-
σεῖνι ἐν τῆι ἀγορᾶι πιπράσκωσιν, ὡς μένηι [․c.6․․ ἵνα τὸ διὰ τὰ]
5 εἰσαγώγια ὄφελος εἰς μέγα τι ἀπαντήσηι· τ[οὺς δὲ ․․․c.10․․․]
καὶ τοὺς πάλιν καπηλεύοντας πεπαῦσθ[αι ․․․․․․․c.18․․․․․․․]
βούλομαι ἢ ἔνδειξιν αὐτῶν γείνεσθαι πρ[ὸς τ]ὸν κ[ή]ρυκα τῆς ἐξ Ἀ-
ρείου πάγου βουλῆς· τὸν δὲ εἰσάγειν εἰς το[ὺς Ἀ]ρεοπαγείτας, τοὺς δὲ
τειμᾶν ὅτι χρὴ παθεῖν ἢ ἀποτεῖσαι· πιπρασκέ[τω]σαν δὲ πάντα ἢ αὐτοὶ οἱ
10 κομίζοντες ἢ οἱ πρῶτοι παρ’ αὐτῶν ὠνού[με]νοι· τὸ δὲ καὶ τρίτους ὠ-
νητὰς γεινομένους τῶν αὐτῶν ὠνίων με[τα]πιπράσκειν ἐπιτείνει
τὰς τειμάς. ταύτην τὴν ἐπιστολὴν στήληι ἐ[γ]γράψαντες ἐν Πειραεῖ
στήσατε πρὸ τοῦ δείγματος.                    εὐτυχεῖτε.
13a                       vacat 0.055
14   ἐπιμελητεύοντος τῆς πόλεως Τ Ἰουλίου Ἡρωδιαν[οῦ] Κολλυτέως.
Search Help
Contact Us