IG II² 1078
[ ] Att. — c. 220 p. — IG II² 1078 Add. (pt. 1.2 p. 671)
See also:
1 [ἔδοξεν τ]ῶι δήμωι· Ἀραβιαν[ὸς ἦρχεν ․․c.8․․․ ἐπρυ]-
[τάνευε]ν· Εὔτυχος ἐγραμ[μάτευεν ․․․c.11․․․․ ἐπε]-
[στάτει]· Δρυαντιανὸς ἄρχων [τῶν Εὐμολπιδῶν εἶπεν]·
[ἐπει]δὴ καὶ διατελοῦμε[ν ἐν τοῖς νῦν καθάπερ] καὶ
5 [δ]ιὰ τῶν παρῳχημένων [χρόνων τελοῦντες τὰ μυ]στήρι-
α καὶ τὰ πάτρια προστάττ[ει νόμιμα μετὰ Εὐμο]λπιδῶν
πεφροντικέναι ὅπως ἂν [ἐν κόσμωι ἀχθ]είη τὰ ἱερὰ
δεῦρο τ’ ἐκ τῆς Ἐλευσεῖνο[ς καὶ πάλιν ἐξ] ἄστεως Ἐ-
λευσεῖνάδε, ἀγαθῆι τύχ[ηι δεδόχθαι] τῶι δήμωι προσ-
10 τάξαι τῶι κοσμητῆι τῶν  [ἐφήβων κ]ατὰ τὰ ἀρχαῖα νόμι-
μα [ἄ]γειν Ἐλευσῖνάδε τοὺ[ς ἐφήβ]ους τῆι τρίτηι ἐπὶ δέ-
[κα] τοῦ Βοηδρομιῶνος με[τὰ το]ῦ εἰθισμένου σχήμα-
[τος] τῆς ἅμα ἱεροῖς πομπ[ῆς, ἵ]να τῆι τετράδι ἐπὶ δέκα πα-
[ραπ]έμψωσιν τὰ ἱερὰ μέχ[ρι] τοῦ Ἐλευσινίου τοῦ ὑπὸ
15 [τῆι π]όλει, ὧς ἂν κόσμο[ς τ]ε πλείων καὶ φρουρὰ μείζων
[περὶ] τὰ ἱερὰ ὑπάρχο[ι], ἐπειδὴ καὶ ὁ φαιδυντὴς τοῖν θε-
[οῖν] ἀγγέλλει κατὰ τὰ πάτρια τῆι ἱερείαι τῆς Ἀθηνᾶς ὡς
[ἥκει τὰ] ἱερὰ κ[αὶ] ἡ παραπέμπουσα στρατιά, κατὰ τὰ αὐτὰ
[δὲ τῆι] ἐνάτηι ἐπὶ δέκα τοῦ Βοηδρομιῶνος προσ-
20 [τάξα]ι τῶι κοσμητῆι τῶν ἐφήβων ἄγειν τοὺς ἐφή[βους]
[πάλιν Ἐ]λευεῖνάδε μετὰ τοῦ αὐτοῦ σχήματος π[αραπέμ]-
[πο]ντας τὰ ἱερά.  μέλειν δὲ τούτου τῶι κατ’ ἐν[ιαυτὸν]
κοσμητῆι, ὅπως μηδέποτε τοῦτο ἐκλε[ιφθείη μη]-
δὲ ὀλιγωρηθείη ποτὲ τὰ τῆς εὐσεβείας [τῆς πρὸς τὼ θε]-
25 ώ.  παραπέμπειν δὲ τοὺς ἐφήβους π[άντας, ἔχοντας]
τὴν πανοπλίαν, ἐστεφανωμέν[ους μυρρίνης στεφά]-
νωι, βαδείζοντας ἐν τάξει. ἐπ[εὶ] δ[ὲ προστάττομεν τοῖς ἐ]-
φήβοις τὴν τοσαύτην ὁδοιπορῆσαι [ὁδόν, δίκαιον αὐτοὺς]
καὶ θυσιῶν καὶ σπονδῶν καὶ παιάνων τῶ[ν κατὰ τὴν]
30 ὁδὸν μεθέξειν, ὡς ἂν τά τε ἱερὰ μετὰ φρουρᾶ[ς ἰσχυρο]-
τέρας καὶ πομπῆς μακροτέρας ἄγοιτο, οἵ τε ἔφ[ηβοι]
παρακολουθοῦντες τῆι περὶ τὸ θεῖον τῆς πόλεω[ς]
θεραπείαι καὶ ἄνδρες εὐσεβέστεροι γείνοιντο.  μεθέ-
ξουσιν δ[ὲ] καὶ οἱ ἔφηβοι πάντες τῶν τε ἄλλων ὧν ἂν
35 παρέχ[ηι τ]οῖς Εὐμολπίδαις ὁ ἄρχων τοῦ γένους, καὶ τῆ[ς]
δι[αν]ομῆς.  γενέσθαι δὲ τὴν γνώμην ταύτην φα[νερ]-
ὰν καὶ τῆι ἐξ Ἀρείου πάγου βουλῆι καὶ τῆι βουλ[ῆι] τῶν
Φ v καὶ τῶι ἱεροφάντηι καὶ τῶι γένει τῶν Εὐ[μο]λπιδῶν.
ἀναγράψαι δὲ τὸ ψήφισμα τοῦτο τὸν [τα]μία[ν τ]οῦ γέ-
40 νους τῶν Εὐμολπιδῶν ἐν τρισὶν [στή]λαις καὶ στῆσαι
τὴν μὲν ἐν Ἐλευσινίωι τῶι ὑπὸ [τ]ῆ̣ι̣ π̣όλει, τὴν δὲ ἐν
τῶι Διογενείωι, τὴν δὲ ἐν Ἐλευσεῖνι ἐν τῶι ἱερῶι πρὸ
τοῦ βου[λ]ευτηρίου.
Search Help