[ ] Att. — 209/10 — IG II² 1077 Add. (pt. 1.2 p. 671)
See also:
1 [ἐπὶ ἄρχοντος] Φλ Διογένους Μαραθωνίου, ἐπὶ τῆς Πανδιονί-
[δος — — — πρυ]τανείας, ἧς ἐγραμμάτευεν Ῥόδων Καλλίστου Μαρα-
[θώνιος], ἱερε[ὺ]ς Θεόφιλος ἐπεστάτει, τῶν προέδρων ἐπεψή-
[φιζεν] Ἰουλιανὸς Κασίου καὶ οἱ συμπρόεδροι, κ̣γ τῆς πρυτα-
5 [νείας], μηνὸς Ποσειδεῶνος τῆς λ̣ʹ, βουλὴ συνήχθη ἐπὶ τοῖς
[εὐαγγ]ελίοις, ἀναδειχθέντος [Αὐτοκράτορος Καίσαρος Ποπλίου]
[Σεπτιμίου Γέτα Εὐσεβοῦς Σεβαστοῦ]· ἐν ᾗ ἀνεγνώσθη
[γνώμ]η [τ]ῶν συνεδρίων διὰ τῶν ἀρχόν[τ]ων, ἀναγνόν-
[τος τοῦ] στρατηγοῦ Ἀλκαμένους Λαμπτρέως γνώμην τὴν ἀναγεγραμμένη[ν]·
10 [ἡ ἐξ Ἀρείου] πάγου βουλὴ καὶ ἡ βουλὴ τῶν Φ καὶ ὁ δῆμος ὁ Ἀθηναί-
[ων μετὰ] τῶν ἀρχόντων, τοῦ τε ἐπωνύμου ἄρχοντος Φλ Διογένους
[Μαραθων]ίου κα[ὶ τ]οῦ ἐπὶ τὰ ὅπλα στρατηγοῦ καὶ ἐπιμελητοῦ γυ-
[μνασιαρχί]ας θε[οῦ] Ἁδρι[α]νοῦ καὶ ἀ[ντ]άρχοντος τοῦ ἱερωτάτου ἀγ̣-
[ῶνος τοῦ Π]ανε̣λ̣ληνίου [Μα]ρ Αὐρ Ἀλκαμένους Λαμπτρέως καὶ τοῦ κήρ-
15 [υκος τῆς ἐξ] Ἀρε̣ίου π[ά]γου βουλῆ̣ς καὶ ἀγωνοθέτου τῶν τῆς Σεβα-
[στῆς οἰκίας? ἀ]γώνω[ν Τρύ]φωνος τοῦ Θεοφίλου Ὑβάδου γνώμην ἀπο-
[φαίνου]σιν κατὰ [τὰ] πάτρια· vacat Ἐπειδὴ ἡ ἱερωτάτη καὶ τε-
λεω[τάτη πασ]ῶν [ἡ]μερῶν καὶ ὑπὸ πάντων ἐλπισθεῖσα διὰ τὴν ἀθάνατον ὁμόνοι-
αν τῶν ὁσίων βασιλέων, Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος
20 Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου καὶ Μάρκου
Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Σεβαστοῦ, ὑπὸ τῶν μεγάλω-
[ν βασιλέων κοινῶι κη]ρ[ύγμ]ατι πᾶσιν ἀν[θ]ρώποις δεδήλωται, ἐν [ἧι]
[τὸν θειότατον Αὐτοκράτορα Καίσαρα Πόπλιον Σεπτίμιον Γέταν]
[Εὐσεβῆ Σεβαστὸν] τῇ οὐρανία ψήφῳ καὶ κρίσει προσει-
25 [λήφασι πρ]ὸς [τὴν τῆς] αὐτοκράτορος ἀρχῆς ἰσηγορίαν ἱδρύσαντες
τοῦ κόσμου τὸ βασίλειον ἐν ὁλοκλήρῳ τῷ γένει· δεδόχθαι
[τῆι][ξ][ρείου] πάγου βουλῇ καὶ τῇ βουλῇ τῶν Φ καὶ τῷ δημῷ τῷ
Ἀθηναίων θύ[ει]ν πα[ν]γενεὶ καὶ ἑορτάζειν ἔν τε κοινῶι καὶ κα-
[τ’ ἰδίαν παντὶ τῶι βα]σιλείωι γένει. ἄγεσθαι δὲ καὶ τὴν τῆς κρα-
30 [τίστης ἀρχῆς γενέθλ]ιον ἡμέραν ἀκολούθως ταῖς ἄλλαις αὐτῶν κρα-
τίσ[ταις, καθὼς διὰ τῆ]ς ὁσίας ῥήσεως αὐτῶν μεμαθήκαμεν, καὶ δίδο-
[σθαι παντὶ τῶι δή]μ[ωι δι]ανομήν, καθὰ καὶ ὁ κράτιστος πρεσβευτὴς
[αὐτῶν καὶ ἀντιστράτηγος] καὶ λογιστὴς τῆς πατρίδος ἡμῶν Γάϊος Λι-
[κίννιος Τηλέμαχος] δεδήλωκεν ἐν τῶ προκ[ε]ιμένῳ διατάγματι
35 σκησμ․ι․․5․․εν εὐσέβειαν, δι’ ἧς τὴν τῆς πόλεως εὐφροσύ-
νην καὶ εἰωθυ[ῖ]αν εἰς τὸν Ὀλύμπιον αὐτῶν οἶκον εὐσέβει-
[αν] δηλώσομεν.
              spatium vacuum trium versuum
col. I.38 Ἀλλήτιππος?       Παι
․․․σ․․․․ο․         Παι
40 ․․․ν․․․․ος         Παι
Πο — —             Παι
Πο․․․․ιλος         Παι
Κάσιος             Παι
Μοσχώνιος?         Παι
45 Βάσσος             Παι
Τε[ιμ]όθεος        Παι
․ιειλυιος?         Παι
Κλ[άδ]ος           Παι
Ι̣οι̣․λ — —          Παι
50 Πόταμος Ἵπ<π>ωνος Παι
Κόμμο[δ]ος ․․․ις   Παι
Πο[λέ]μων Τείτου   Παι
Μ․․․μ․λ            Παι
Α̣μ․ονλος Εὐημέρ̣ου
55 — — — — — — —
— — — — — — —
— — — — — — —
Ἀπολλοφάνη̣ς Ζω̣π[ύρου?]
․․․σ̣ω̣ο̣ο̣ω̣σ̣δ̣ — — —
col. II.38 Καλλίας                 Παι
Τελεσφόρος Σωτηρίδα     Παι
40 Ῥοῦφος Ͻ               Παι
Μαρεῖνος                Παι
Ξενοφῶν                 Παι
Ζωτικὸς Ͻ              Παι
Ὁρτήσιος Μηνόδωρος      Παι
45 Γάϊος ὁ καὶ Ἐπάγαθος   Παι
Φα[ῦ]στος Ἐπαφροδείτου Παι
Διογένης Ͻ             Παι
49 Κυδαθήναιοι
50 Δημήτριος Κελάδου Κ[υ]
Ἀρτέμων Ἡλιοδώρου Κυ
Διονύσιος Τρύφωνος Κυ
Κ̣έλαδος Τρύφωνος Κυ
[Στειρ]ιεῖς
55 Διονυσόδωρος Ἀπολλωνίου
Ἀπολλώνιος Ἀρτεμιδώρου
Κάλ[λι]στ[ο]ς†1 Εὐσ[εβίου]?
Τυχικὸς Ͻ  Στ
Ὀνήσιμος Πολυδεύκου Παι
60 [γ]ραμματεὺς — — —
col. III.38   ἀΐσειτοι·
Κλ Ἱεροφάντης Ͻ Μαρα
40 Φαβ Δᾳδοῦχος Μαραθ
Κλ Ἐπὶ βωμῷ Μελι
Ἑρέν Ἱεροκῆρυξ Ἕρμ
Αὐρ Πυρφόρος Λαμπτρ
κῆρυξ βουλῆς καὶ δή-
45 μου Κλ Ἀττικὸς Μαρα
ἀντικῆρυξ Ἀφροδείσιος Φλυ
γραμματεὺς βουλῆς καὶ
δήμου Ἀριστόβουλος
Ἀττικοῦ Ἀναγυράσιος
50 περὶ τὸ β̣ῆμα Ῥόδων Καλλίστου Μαραθ
ἀντιγραφεὺς Φλ Μαρεῖνος̣ Χ
ἱεραύλης Ἀθήναιος Ἀφροδεισίου
ἱερεὺς Φωσφόρων Ἀρι-
στεί̣δ̣η̣ς
55 ὑπογραμματεὺς
    Μηνόφιλος Παραμόνου
Search Help
Contact Us