[ ]
Italia — Puteoli (Pozzuoli) — late 3rd c. BC — RAAN 8 (1924) 113-122
1 | ἦν ὅσα τερπνὰ τοκεῦσι, καὶ εἰς γάμον ἔβλεπεν ἤδη |
Θευδώρας μάτηρ ἐλπίσι Κλειορόδη· | |
τὰν δὲ Ἀΐδας ἄσστρεπτον ὑπὸ ζόφον εἵλετο κούραν, | |
οὐδέ οἱ εἱμερόεν κάλλος ἔρυκε μόρον. | |
5 | ὦ μάκαρος τέκνου Διονύσιος οὐχ ἕλεν ἄλγ<η> {⁴ΑΛΓΕΙ}⁴, |
ἀλλὰ βαθὺν Λάθας ἦλθε πάροιθε δόμον. |