[ ]
Italia — Puteoli (Pozzuoli) — 2nd/3rd c. AD — AttiAccNap 8 (1921) 45
| 1 | Ἄπιδι Μέμφιδος εὐβίῳ. —— πάτερ, Ἀπίων σὺ ν̣[ομίζῃ], |
| ἐξ οὗ τοὔνομά σοι ἐπεθήκασιν οἱ Λε[— — — — — — —] | |
| καὶ ἄνθεσι τοῖς Παφίης, οἷς καὶ συνέ[ζης, στεφάνωσαν]. | |
| Ἡρακλέης ἀλκῇ καμάτους οὐκ ἤνυ[σε τόσσους]· | |
| 5 | ἀντολείην ἐκύκλευσας, ἔπειτά τε τ[έρμονας ἄρκτου] |
| καὶ δύσιν οἰκήσασα ἱερὰ ψυχή σου ἐ[λείφθη]. | |
| χρημάτισεν δὲ θεὸς Βησᾶς σοι δαίμ[ονος αἶσαν], | |
| ἐννέα καὶ ἑξήκοντα ἔτη τὸν βίο[ν μετὰ καὶ ξ(εῖ)]. | |
| πέντε δὲ καὶ ν(ῦ) ἐτῶν γῆ σου δέμ[ας ἱρὸν ἔκρυψεν]· | |
| 10 | γράμμα δὲ τὸ ξ(εῖ) ἔστιν ἀπὸ ἄλφα τετ[ρὰς δεκάδι πρός]· |
| ταῦτα ἐπιβαλλόμενα ἀναπληροῖ θε[ῖον ἀριθμόν]· | |
| καὶ μεθόδοισι θεοὶ φρενὸς ἀνθρώπ[ων περίεισιν]. | |
| σὺν Μούσαις τάδ’ ἔγραψα πατρὶ μνήμη[ν — — —]. |