Diagraphe concerning the sale of the priesthood of Homonoia. Lower part of a stele of gray marble.
[ ]
Kos Isl. — Kos — ca. 150-100 BC — Chiron 35 (2005) 220, 20 (D. Bosnakis, K. Hallof)
See also:
| [— — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — — — — —]ΟΝΟΣ[— — — — — — —] | |
| [— — — — — — — — — — — — — — — — —]\ τοῦ δικαστ[— — — — —] | |
| [— — — — — — — — — —] μ̣ὴ̣ ἐλάσσονος ἄξιον δραχμῶν τ̣[ριάκοντα?] {²⁷τ̣[εσσαράκοντα]}²⁷ | |
| [— — — — τοὶ πρ]ο[σ]τ̣άται ἐπικλαρούντω ἐπὶ φυλὰν καὶ δᾶμ[ον ․4․․] | |
| 5 | [— — — — κ]αὶ τ̣ρ̣ι̣α̣κά̣δα, αἴ κα ὁ ἱερεὺς ἀντιφωνῆι αὐτοῖς τὰν θυσ[ί]- |
| [αν ἐπιτετε]λ̣έσ̣[θ]α̣ι· αἰ̣ [δέ] κα̣ ἐπικ̣λαρώ̣σωντ[ι] μὴ ἀντιφωνήσαντος τοῦ | |
| [ἱερέως], ἀ̣π̣οτεισάντω ἐπιτίμιον τ[ῶ]ι τει̣χ̣οπ̣οίαι δραχμὰς χειλίας ἐν̣ | |
| [εὐ]θύναις· θυόντω̣ δ̣ὲ̣ κ̣[αὶ ὁ] γυμνασίαρχος καὶ ὁ̣ ἀγωνοθέτας ἕκαστος | |
| αὐτῶν ἱερεῖον τέλειον ἀπὸ δραχμᾶν εἴκοσι πέντε, ἐπεί κα αἱρεθέωντι· | |
| 10 | κατὰ ταὐτὰ δὲ θυόντω καὶ τοὶ αἱρεύμενοι ἱεροφύλακες, τοὶ μὲν τὰν χει- |
| μερινὰν ἄρχοντες Θε[υ]δαισίου ἐ̣[ν]ά̣τ̣αι {²⁷ἑ̣[κ]ά̣τ̣αι}²⁷, τοὶ δὲ τὰν θερινὰν Ὑακινθίου τεσ- | |
| σαρεσκαιδεκάται̣ ἕκαστοι̣ α̣[ὐ]τῶν̣ [ο]ἶν π[ο]τὶ δραχμὰς εἴκοσι πέντε· ὁμοί- | |
| ως δὲ θυόντω καὶ ὅσοι α[ἱρεῦ]νται πάντες, ἐπεί κα ἐς τὰν ἀρχὰν ἐσπο- | |
| ρεύωνται, καθ᾽ ἑκάσταν τράπεζαν ἱερεῖον τέλειον ἀπὸ δραχμᾶν εἴκοσι | |
| 15 | πέντε· κατὰ ταὐτὰ δὲ θυόντω καὶ τοὶ προστάται κατὰ τὰν πενταετηρίδα |
| τὰν Ἀσκλαπιείων ἱερεῖον βοϊκὸν ἀπὸ δραχμᾶν διακοσίαν πεντή- | |
| κοντα· ὁ ἀεὶ ἱερεὺς τὰ ἱερὰ πᾶσι τοῖς θύουσιν ἐπὶ τοῦ βωμοῦ ἐπιτιθέτω οἷς δὲ πο- | |
| τιτέτακται θύεν τᾶι Ὁμονοίαι κατὰ τάνδε τὰν διαγραφάν· αἴ κα μὴ θύσων- | |
| τι, ὀφειλόντω ἐπιτίμιον τῶι μὲν ἱερεῖ ἴσου μέρους δραχμὰς τριάκοντα | |
| 20 | κ̣αὶ ἡ {²sic}² πρᾶξις ἔστω τῶι ἱερεῖ κ̣αὶ ἄ[λ]λ[ωι] τῶν τελεσάντων τὰς θυσίας καθά- |
| περ ἐ̣κ δίκα[ς]· τᾶι δὲ θεᾶι [τ]εισ̣[ά]ντω̣ ἐπιτίμιον δραχμὰς πεντήκοντα, | |
| [ἁ] δὲ πρᾶξις ἔστω [ὑπὲρ] τᾶς θεοῦ τῶι τε ἱερεῖ καὶ ἄλλωι τῶι χρήζοντι | |
| καὶ ἔστω ἐς κατασ̣κ̣ευὰν ἀργυρωμάτων· τὰ δὲ ἱερεῖα τὰ θυόμενα τᾶι | |
| Ὁμονοίαι δο[κ]ιμα̣σ̣[θέν]τ̣[ω] π̣άντα ὑ̣πό τε τοῦ ἱερέως καὶ τῶν ἐξαγητᾶν ὅσ- | |
| 25 | σοις τοὶ ταμίαι διαγράφοντι ἐς τὰς θυσίας· v ὁ δὲ πριάμενος τὰν ἱε- |
| ρωσύναν ποιησεῖται καταβολὰς τοῦ εὑρέματος ἐπὶ τὸς ταμίας | |
| τρεῖς, τὰν μὲν πράταν ἐμηνὶ {²⁶ἐμ μηνὶ}²⁶ Ἀλσείωι τῶι ἐπὶ Ἀριστοβούλου, τὰν δὲ | |
| δευτέραν ἐμ̣ μηνὶ Γεραστίωι τῶι μετὰ μόναρχον Ἀριστόβουλον ὅς | |
| κα γένηται πρᾶτος, τὰν δὲ τρίταν ἐμ μηνὶ Ἀλσείωι τῶι ἐπὶ τοῦ αὐτοῦ | |
| 30 | μονάρχου· [ὅ],τι δέ κα μὴ ἀποδῶι ἐν τοῖς χρόνοις τοῖς γεγραμμένοις |
| κατὰ τάνδε τὰν διαγραφάν, ὀφειλέτωι διπλάσιον καὶ ἁ ἱερωσύνα ἀνα- | |
| πωληθήτω ὑπὸ τᾶν πωλητᾶν· ὅπως δὲ ἐπιφανεστέρα ἁ ἱερωσύνα γέ- | |
| νηται ποτὶ̣ π̣άντα κατασκευασθέντων αὐτᾶι καὶ ἀργυρωμάτων ποτὶ | |
| τ̣ὰς θυσίας τὰς γινομένας καὶ ὁ δᾶμος φαίνηται προνοῶν καὶ ἐν τού̣- | |
| 35 | τοις τᾶς ποτί τε αὐτὰν καὶ τὸς πολίτας ὁμονοίας, τοὶ ταμίαι ὑπολιπόμ[ε]- |
| νοι ἐλ λόγωι τὸ δέκατον μέρος τοῦ εὑρέματος τᾶς ἱερωσύνας καταχρήσ- | |
| θων ἐς κατασκευὰν ἀργυωμάτων ὧν κα ἀπολογίξηται ὁ ἀρχιτέκτων, | |
| ποθ᾽ ὃ καὶ ποιησάσθω τὸν ἀπολογισμὸν ἔσχατον τοῦ Καρνείου μηνὸς | |
| τοῦ ἐπὶ Ἀριστοβούλου τᾶι δεκάται· τοὶ δὲ προστάται ἐσενεγκάντω τὸν | |
| 40 | ἀπολογισμὸν ἐς μὲν τὰν βουλὰν τοῦ αὐτοῦ μηνὸς τᾶι πεντεκαιδεκά- |
| ται, ἐς δὲ τὰν ἐκλησίαν {²⁶ἐκκλησίαν}²⁶ τοῦ αὐτοῦ μηνὸς τᾶι ἑκκαιδεκάται· τὸ δὲ λοιπὸν | |
| ἀργύριον τοὶ ταμίαι καταχρήσθων εἰς τὰ διατεταγμένα· τοὶ δὲ ἐν ἀρχᾶι | |
| εὖντες προστάται ἐπιστάταν ἑλέσθων τᾶι ἑκκαιδεκάται τοῦ Ἀλσείου | |
| μηνὸς ἐπὶ τὰν κατασκευὰν τῶν ἀργυρωμάτων· τοὶ δὲ ταμίαι διαγρα- | |
| 45 | ψάντω αὐτῶι τὸ ὑπολειφθὲν παρ’ αὐτοῖς δέκατον τοῦ εὑρέματος ἀπὸ τᾶς |
| [ἱε]ρωσύνας· ἐπεὶ δέ κα κατασκευασθῆι τὰ ἀπολογισθέντα ὑπὸ τοῦ ἀρχιτέ- | |
| [κ]τονος καὶ δοκιμασθῆι ὑπὸ τοῦ δοκιμιστᾶ ἐπιγράψας ὁ ἐπιστάτας ἐπὶ τῶν | |
| ἀ̣ργυρωμάτων “πόλιος ἐκ Κῶ· ἱερὰ Ὁμονοίας” καὶ τοῦ ἱερέως πατρόθεν τὸ | |
| ὄνομα καὶ τὰν ὠν%⁸⁰ὰν αὐτῶν παραδότω τῶι ἱερεῖ καὶ περὶ τᾶς ἀγοράξιος τοῦ | |
| 50 | τε ἀσάμου καὶ τᾶς κατασκευᾶς αὐτῶν καὶ παραδόσιος τῶι ἱερεῖ καὶ περὶ τῶν λό- |
| γων ὧν κα διαγρ̣άφ̣ηται, λόγον καταβαλέσθω ἐς τὰ δαμόσια γράμματα· κα- | |
| τὰ ταὐτὰ δὲ καὶ ὁ ἱερεὺς λόγον καταβαλέσθω περὶ τᾶς παραλάμψιος αὐτῶν̣ | |
| καὶ ἐς τὸν μετὰ ταῦτα χρόνον ἀντιφωνείτω ἐν λογισταῖς καθότι καὶ τὸς ἄλλος | |
| [ἱε]ρ̣εῖς γέγραπται· τοὶ πωληταὶ ἀπομισθωσάντω ἀναγράψαι τάνδε τὰν διαγραφὰν | |
| 55 | [ἐ]ς στάλαν λιθίναν καὶ ἀν[αθέ]μεν παρὰ τὸν βωμὸν τᾶς Ὁμονοίας· πραθείσας |
| δὲ τᾶς ἱερωσύνας ὁ [κᾶρυξ καρυσσ]έ̣τω τοῦ τε ἀγορακότος τὸ ὄνομα παραχρῆμα | |
| καὶ ὅσσου κα ἀγο[ράξηι τὰν ἱερωσύ]ν̣αν· τὸ δὲ γενόμενον ἀνάλωμα ἔς τε τὰν | |
| θυσίαν τὰν ἐπὶ τᾶ[ι πράσει τᾶς ἱερωσύν]ας καὶ ἐς τὰν τελετὰν τοῦ ἱερέως καὶ | |
| τᾶς ἱερείας κ[αὶ τὰν στάλαν καὶ τὰ]ν̣ ἀναγραφ[ὰ]ν τᾶς διαγραφᾶς κατα- | |
| 60 | βαλεῖ ὁ πρ[ιάμενος τὰν ἱερωσύναν ἅμα τᾶι πρ]άται καταβολᾶι vacat |