AAA 7 (1974) 138-148 AAA 7 (1974) 287-291
Proxeny decree of Megara for Anchieros, son of Philon, of Boiotia. Stele of Pentelic marble with upper molding, in three joining fragments.
[ ] Megaris — Megara — ca. 275-250 BC
molding.1 [θ]εο[ί].
below.2           ἐπὶ βασιλέος Δάμωνος,
[ἐ]γ̣ραμμάτευε̣ βουλᾶι καὶ δάμωι
         Ἀλεῖος Ὀλυμπίχου,
5 ἐστρατάγουν Διοκλείδας Λυκίσκου,
Θοκλῆς Θεδώρου, Ἀγάθων Τίμωνος,
Καλλίας Ἱ̣ππία, Πτοιόδωρος Εὐπαλίνου.
        ἔδοξε βουλᾶι καὶ δάμωι,
ἐπειδὴ Ἀγχίερος Φίλωνος Βοιώτιος
10 εὔνο̣υς ἐὼν διατελεῖ τῶι δάμωι τῶι
Μεγαρέων καὶ χρείας παρέχεται
τᾶι πόλει καὶ κοι̣νᾶι καὶ ἰδίαι τοῖς δεο-
μένοις τῶμ πολ̣[ιτῶ]ν̣ ἀ̣γαθᾶι τ̣ύ̣χαι
δεδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι
15 πρόξενον [εἶ]μεν αὐτὸν καὶ εὐεργέταν
τᾶς πόλιος τᾶς̣ Μεγρέ]ων καὶ εἶμεν
αὐτῶι καὶ ἐκγόνοις ἀτέ[λ]ειαν καὶ {ἀσ}
ἀσυλίαν καὶ ἐμ πολέμωι καὶ ἐν εἰράναι
καὶ κατὰ γᾶν καὶ κατὰ θάλασ̣σαν καὶ
20 προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν οἷς ἁ
πόλις τίθητι· ὁ δὲ γραμματεὺς τοῦ δάμου
ἀγγραψάτω τόδε τὸ δόγμα εἰς στάλαν
λιθίναν καὶ ἀνθέτω εἰς τὸ Ἀρταμίτιον.
                          vacat
Search Help
Contact Us