Proxeny decree of Megara for Anchieros of Boiotia. Stele of Pentelic marble with upper molding, in three joining fragments.
| molding.1 | [θ]εο[ί]. |
| below.2 | ἐπὶ βασιλέος Δάμωνος, |
| [ἐ]γ̣ραμμάτευε̣ βουλᾶι καὶ δάμωι | |
| Ἀλεῖος Ὀλυμπίχου, | |
| 5 | ἐστρατάγουν Διοκλείδας Λυκίσκου, |
| Θοκλῆς Θεδώρου, Ἀγάθων Τίμωνος, | |
| Καλλίας Ἱ̣ππία, Πτοιόδωρος Εὐπαλίνου. | |
| ἔδοξε βουλᾶι καὶ δάμωι, | |
| ἐπειδὴ Ἀγχίερος Φίλωνος Βοιώτιος | |
| 10 | εὔνο̣υς ἐὼν διατελεῖ τῶι δάμωι τῶι |
| Μεγαρέων καὶ χρείας παρέχεται | |
| τᾶι πόλει καὶ κοι̣νᾶι καὶ ἰδίαι τοῖς δεο- | |
| μένοις τῶμ πολ̣[ιτῶ]ν̣ ἀ̣γαθᾶι τ̣ύ̣χαι | |
| δεδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι | |
| 15 | πρόξενον [εἶ]μεν αὐτὸν καὶ εὐεργέταν |
| τᾶς πόλιος τᾶς̣ Μεγ[αρέ]ων καὶ εἶμεν | |
| αὐτῶι καὶ ἐκγόνοις ἀτέ[λ]ειαν καὶ {ἀσ} | |
| ἀσυλίαν καὶ ἐμ πολέμωι καὶ ἐν εἰράναι | |
| καὶ κατὰ γᾶν καὶ κατὰ θάλασ̣σαν καὶ | |
| 20 | προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν οἷς ἁ |
| πόλις τίθητι· ὁ δὲ γραμματεὺς τοῦ δάμου | |
| ἀγγραψάτω τόδε τὸ δόγμα εἰς στάλαν | |
| λιθίναν καὶ ἀνθέτω εἰς τὸ Ἀρταμίτιον. | |
| vacat |