Defixio; spiral script (side A). Round lead tablet, inscribed on both sides.
[ ]
Boiotia — Prov. unkn. [Athens, Nat. Mus.] — Hellenistic period — Ziebarth, Neue Verfluchungstafeln (1934) 1040, 23, A — Poikilia. Études offertes à J.-P. Vernant (1987) 202 (B. Bravo)
See also:
| side A.1 | ὥσπερ τύν, Θεόνναστε, ἀδύνατό[ς ἐσ]σι χειρῶν πο[δ]ῶν |
| σώματος πράξη τι κὴ <οἰ>κονομείση τι φιλιμενπαργινηκακα- | |
| ιδεμεν(?), οὕτως κὴ Ζώϊλος ἀδύνατος γένο̣ιτ̣ο̣(?) Ἀνθειρὰν | |
| βαίνιμεν, κὴ Ἀνθειρὰ τὸν αὐτὸν τ<ρ>όπον· | |
| 5 | φιλ<είμ>ατα κὴ ὁ̣ρμάμ̣ατα φιλ<είμ>α̣τα ․․․․․ |
| ἀ̣λ̣λ̣α̣λ̣ο̣φιλίαν κὴ εὐνὰν κὴ λάλεισιν κὴ φίλ[ε]ισιν | |
| Ἀνθειρᾶς κὴ Ζωΐλω ․ηατ․ουν̣αν(?) τὰ π̣[ο]τ’ ἀλλάλως | |
| σ̣υναλλά[γ]ματα. ὥσπερ κὴ ὁ μόλυβδος οὗτος | |
| εντι ․․․ {²ἐνταῦθα?}² ἐσ̣τὶ χωρὶς τῶν {τῶν} ἀνθρώπων, | |
| 10 | οὕτως Ζωΐλος χωρὶς γένοιτ’ Ἀνθειρᾶς. τὸ σῶμα |
| κὴ ἅψιν κὴ τὰ φιλείματα κὴ τὰ συνουσιάσματα | |
| τὰ Ζοΐλου κὴ Ἀνθειρᾶς κὴ φ<ό>βον ․․․ | |
| κὴ ἀπορίαν καταγράφω κατὰ σφραγῖδα. |