Letter of a Roman emperor to the city of Koroneia concerning a dispute between Koroneia and Orchomenos.  Block of gray marble; same stone as SEG 32.462.
[ ] Boiotia — Koroneia — Pontza — mid 2nd c. AD [inscribed after 161 AD] — Euphrosyne 11 (1981/82) 47, 5 — cf. SEG 39.430
[— — — — — — — — — — — — — — — — — — — — — — — — — —]-
ξα αὐτὸν διδάσκετε καὶ περὶ τῶν πρὸς Ὀρχομενίους· οὐ γὰρ κατάρ-
ξεται τοῦ ἐκείνων ἔργου πρότερον πρὶν ἐξετάσαι μή τι ἐ-
πιλαβὲς ὑμεῖν γενήσεσθαι μέλλει· τὰ ἐπὶ τοῖς τέλεσιν γνωσθέντα
μοι, ἐὰν μὴ φυλάττωσιν Ὀρχομένιοι, ἐντύχετε
5 τῶι κράτιστῳ ἀνθυπάτωι Καλπουρνίῳ Λόνγῳ κἀκεῖνος ἐπαναγκά-
σει αὐτοὺς μηδὲν παρεγλέγειν τέλος παρὰ τὰ ἐμοὶ δόξαντα· πέ-
πομφα δὲ αὐτῷ καὶ τοῦ ψηφίσματος ὑμῶν ἀντίγραφον vac. ἐπρέ-
σβευεν Ζωΐλος Διονύμου ᾧ τὸ ἐφόδιον δοθήτω εἰ μὴ προῖκα
ὑπέσχηται. vac. εὐτυχεῖτε. vac.
Search Help