Letter of the emperor Hadrian to the city of Koroneia concerning the flooding of Lake Kopais.  Block of gray marble; same stone as SEG 32.461.
[ ] Boiotia — Koroneia — Pontza — 125 AD [inscribed after 161 AD] — Euphrosyne 11 (1981/82) 48, 7
1    vac. ἀγαθὴ ❦ τύχη vac.
Αὐτοκράτωρ Καῖσαρ, θεοῦ Τραϊανοῦ Παρθικοῦ υἱός, θεοῦ Νέρουα υἱωνός,
Τραϊανὸς Ἁδριανὸς Σεβαστός, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας
τὸ θʹ, ὕπατος τὸ γʹ, Κορωνέων τοῖς ἄρχουσι καὶ τῇ βουλῇ καὶ τῶι
5 δήμωι vac.χαίρειν· ❦ vac.
ἐκέλευσα γενέσθαι χώματα τῷ Κηφεισῷ καὶ τῇ Ἑρκύννῃ καὶ τοῖς ἄλ-
λοις ποταμοῖς καθὸ ἤδη μετ’ ἀλλήλων ῥέοντες εἰς τὴν Κωπαΐδα
λίμνην ἐμβάλλουσιν· καὶ γενήσεται τὴν ταχίστην ὡς κατὰ τὰς
ὄχθας ῥέοντες μὴ ἐκτρέποιντο τοῦ πόρου μήδε, ὥσπερ νῦν,
10 ἐπικλυζοῖεν τὴν πολλὴν τῆς χώρας τῆς ἐργασίμου· κατάξω
δὲ ὑμεῖν καὶ ὕδωρ· καὶ τὸ μὲν ἀργύριον δοθήσεται παρ’ ἐμοῦ
ἕξ καὶ ἥμισυ μυριάδες ὅσου δεήσειν ἔφασκον οἱ τῶν τοιού-
των ἐπιστήμονες, ὑμεῖς δὲ ἑλέσθε τοὺς ἐπιμελησομέ-
νους.
Search Help
Contact Us