Funerary epigram for Megarians who died in the Persian Wars. Late copy (4th cent. AD or later) of a 5th cent. BC text; corrected version with 5th cent. BC orthography (D. Page). Limestone block.
[ ]
Megaris — Megara — Palaiochori — ca. 479 BC [4th c. AD (or later) copy] — IG VII 53, corrected version — D. Page, Further Greek Epigrams (1981) 213, XVI
See also:
| 1 | τὸ ἐπίγραμμα τῶν ἐν τῶι Περσικῶι πολέμωι ἀποθανόντων καὶ κειμένων |
| ἐνταῦθα ἡρώων, ἀπολόμενον δὲ τῶι χρόνωι, Ἑλλάδιος ὁ ἀρχιερεὺς ἐπιγρα- | |
| φῆναι ἐποίησεν εἰς τιμὴν τῶν κειμένων καὶ τῆς πόλεως. Σιμωνίδης | ἐποίει. | |
| Ἑλλάδι καὶ Μεγαρεῦσιν ἐλεύθερον ἆμαρ ἀέξειν | |
| 5 | ἱέμενοι θανάτου μοῖραν ἐδεξάμεθα, |
| τοὶ μὲν ὑπ’ Εὐβοίαι καὶ Παλίωι, ἔνθα καλεῖται | |
| ἁγνᾶς Ἀρτέμιδος τοξοφόρου τέμενος, | |
| τοὶ δ’ ἐν ὄρει Μυκάλας, τοὶ δ’ ἔμπροσθεν Σαλαμῖνος | |
| <— — — — — — — — — — — — — — — — — — —> | |
| 10 | τοὶ δὲ καὶ ἐν πεδίωι Βοιωτίωι, οἵτινες ἔτλαν |
| χεῖρας ἐπ’ ἀνθρώπους ἱππομάχους ἱέναι. | |
| ἀστοὶ δ’ ἄμμι τόδε <ξυνὸν> γέρας ὀμφαλῶι ἀμφίς | |
| Νισαίων ἔπορον λαοδόκωι ’ν ἀγορᾶι. | |
| μέχρις ἐφ’ ἡμῶν δὲ ἡ πόλις ταῦρον ἐνάγιζεν. |