Honorific decree of Eretria for Eudemos of Akarnania. Pedimental stele of white marble, broken at the bottom.
[ ]
Boiotia — Aulis (Mikro Vathy-Ag. Nikolaos) — 3rd c. BC — AD 17 B (1961/62) 142 — PAAH (1958) 51 + addendum — cf. BE (1964) 200; (1966) 217
See also:
1 | [Π]άνταινος Κλέακος εἶπεν· ἐ[πειδὴ] |
[Εὔδ]ημος Εὐδήμου Ἀκαρνᾶν ἀ[νὴρ] | |
ἀγαθὸς ὢν διατελεῖ περὶ τὸν δῆ[μον] | |
τὸν Ἐρετριέων λέγων καὶ πράττων | |
5 | τὰ συ[μφ]έροντα καὶ χρείας παρεχόμεν[ος] |
τῶι δεομένωι τῶν πολιτῶν, τῶν τε | |
αἰχμαλώτων τινὰς λελυμένος | |
τισὶν δὲ καὶ χρήσιμος γεγενημένος | |
[ἀ]νασωθῆν εἰς τὴν ἰδίαν· περὶ δὲ τούτων | |
10 | [δ]εδόχθαι τῶι δήμωι εἶναι πρόξενον |
[καὶ] εὐεργέτην τοῦ δήμου τοῦ Ἐρετριέων | |
[Εὔδη]μον Εὐδήμου Ἀκαρνᾶνα αὐτὸν | |
[καὶ ἐκγό]νους, καὶ εἶναι αὐτοῖς γῆς καὶ | |
[οἰκίας ἔγκ]τησιν καὶ πρόσοδον πρὸς τὴν | |
15 | [βουλὴν καὶ τὸν] δῆμον ἐάν τινος δέωνται· |
[εἶναι δὲ αὐτοῖς] καὶ προεδρίαν ἐν πᾶσ[ι] | |
[τοῖς ἀγῶσιν οἷς ἡ πόλις τίθη]σι καὶ ἀσυλ[ί]- | |
[αν καὶ πολέμου καὶ εἰρήνης καὶ κ]ατὰ γῆ[ν] | |
[καὶ κατὰ θάλατταν, καὶ τἄλλα ὅσα — — —] | |
20 | [— — — — — — — — — — — — — — — — —] |