List of victors at the Sarapieia games, followed by an apologia of the agonothete Glaukos and a financial account.  Two joining fragments of a stele of Pentelic marble.
[ ] Boiotia — Tanagra — Ag. Georgios (frg. B) — ca. 85 BC — IG VII 540 + fragment — SEG 19.335; cf. 22.373; 54.510 — RA (1966) 297-332 (M. Calvet, P. Roesch)
1 [Γ]λαύκου τοῦ Βουκάττου· οἵδε ἐνίκων τὸν ἀγῶνα τ[ῶν]
Σαραπιείων·
σαλπικτής· Ἄντανδρος Ἐρεδάμου Αἰγιράτη[ς]
κ̣ῆρυξ· Πραξιτέλης Θεογένου Ἀθηναῖος
5 ῥαψῳδός· Βουκάττης Γλαύκου Ταναγραῖος
ποιητής· Ἀθανίας Φρύνωνος Ταναγραῖος
αὐλητής· Ἀρτέμων Μύρτονος Θηβαῖος
αὐλῳδός· Παρμενίων Παρμενίωνος Ἀθηναῖος
κιθαριστής· Φίλων Φίλωνος Ταραντῖνος
10 [κ]ιθαρῳδός· Τιμοκλῆς Ἡροδότου Αἰολεὺς ἀπὸ Κύμης
σ̣ατύρων ποιητής· Ἀλέξανδρος Γλαύκου Ταναγραῖος
τραγῳδιῶν ποιητής· Ἀσκληπιάδης Ἱκεσίου Θηβαῖος
[ὑποκριτής]· Διογένης Ἀντίγωνος Θηβαῖος
κωμῳδιῶν ποιητής· Πόσης Ἀρίστωνος Ἀθηναῖος
15 ὑποκριτής· Δημή[τρ]ιος Δημητρίου Ἀθηναῖος
τὴν παλαιὰν τραγῳδίαν· Σιλ̣[αν]ὸς Δη̣[μη]τρίου Θηβαῖο[ς]
τὴν κωμῳδίαν· Ἵππαρχος Ἀπολ̣[λοδώρ]ου Θηβαῖος
τὸν ἐπινίκιον· Ἀσκληπιάδης Ἱκε[σίο]υ Ἀθην[αῖος].
                                 vacat
19 ἀπολογία ἀγωνοθέτου τῶν Σαραπιείων Γλαύκου τοῦ Β[ουκ]άττο[υς].
20 ἔλαβον παρὰ τῆς ἀρχῆς Καφισίου τοῦ Βουκάττους ἀττικοῦ κ(εφαλὴν) ͵γ [δραχμὰ]ς ἀ[ργυ]-
ρίου οὗ κατηγόρασα χρυσῶν ξθʹ τοῦ χρυσοῦ ἑκάστου ἀττικοῦ· κ<ε>[φαλὴ ἀτ]-
[τ]ικοῦ ͵βοʹ· Σωτάδῃ κατασκευῆς στεφάνων τοῦ χρυσοῦ ἀττικοῦ {⁸4 ob.}⁸ · πάντων [ἀττι]-
[κ]οῦ μϛʹ· καὶ τοῖς νικήσασιν ἔδωκα Ἀντάνδρωι σαλπιστῇ καὶ Πραξιτέλει κήρυκι ἑκ[α]-
[τ]έρωι στέφανον ἀπὸ χρυσῶν γʹ καὶ {⁸4 ob.}⁸ χ(αλκῶν) ϛʹ· Βουκάττει ῥαψῳδῶι στέφανον ἀπὸ χρυσῶ[ν]
25 [γʹ] κ̣αὶ {⁸3 + <1> ob.}⁸ χ(αλκῶν) ϛʹ· καὶ Ἀριστοδίκωι Δημοκράτους Ὀπου<ν>τίωι δευτερεῖον ἀττικοῦ μʹ· Ἀθανίᾳ π[οι]-
[ητ]ῇ στέφανον χρυσοῦν ἀπὸ χρυσῶν δʹ καὶ ἡμίσους· καὶ Διογένει Λεωνίδου Θηβαίωι δευ̣-
[τε]ρεῖον ἀττικοῦ μʹ· Ἀρτέμωνι αὐλητῇ στέφανον ἀπὸ χρυσῶν εʹ καὶ ἡμίσους καὶ ὀ[βο]-
[λο]ῦ καὶ ἡμιωβελίου· καὶ Κ<λ>ειτοφῶντι Ἀθηνοδότου Ἀθηναίωι δευτερεῖον ἀττικοῦ [νʹ]·
[Π]α̣ρμενίωνι αὐλῳδῶι στέφανον <ἀ>πὸ χρυσῶν γʹ καὶ ἡμίσους καὶ τριωβόλου· Φ[ί]-
30 [λ]ωνι κιθαριστῇ στέφανον ἀπὸ χρυσῶν δʹ καὶ ἡμίσους· καὶ Μητροδώρ[ωι]
[Δ]ιονυσίου Σμυρναίῳ δευτερεῖον ἀττικοῦ μʹ· καὶ Τιμοκλεῖ Ἡροδότου κιθαρωιδ[ῶι]
[στ]έ̣φανον ἀπὸ χρυσῶν εʹ καὶ ἡμίσους vac. καὶ ὀβολοῦ ἡμιωβελέου· Ἀλεξάνδ[ρωι]
[σα]τ̣ύρων ποιητῇ στέφανον ἀπὸ χρυσῶν γʹ καὶ τετρωβόλου ἡμιωβελίου· καὶ Ἀθηνί̣[ωνι]
[Ν]ικάρχου Ἀνθηδονίῳ δευτερεῖον ἀττικοῦ μʹ· Ἀσκληπιάδῃ τραγῳδιῶν ποιητ[ῇ]
35 [στ]έφανον ἀπὸ χρυσῶν δʹ (καὶ ἡμίσους)· καὶ Ποπλίῳ Ποπλίου Ῥωμαίῳ δευτερεῖον ἀττικοῦ [νʹ]·
[κα]Διογένει ὑποκριτῇ στέφανον ἀπὸ χρυσῶν γʹ καὶ {⁸4 ob.}⁸ χ(αλκῶν) ϛʹ· Πόσῃ κωμωιδιῶν ποιητ[ῇ]
[σ]τ̣έφανον ἀπὸ χρυσῶν δʹ (καὶ ἡμίσους)· καὶ Δημητρίῳ ὑποκριτῇ στέφανον ἀπὸ χρυσῶν γʹ [καὶ]
[τε]τρωβόλου ἡμιωβελίου· <Σιλανῶι> τραγῳδῶι τῶι τὴν παλαιὰν στέφανον ἀπὸ χρυ̣-
[σῶ]ν εʹ καὶ ἡμίσους ὀβολοῦ ἡμιωβελίου· καὶ Πραξιτέλει Θεογένου Ἀθηναίῳ δευτ[ερεῖ]-
40 [ον] ἀ̣ττικοῦ νʹ· Ἱππάρχῳ κωμῳδῷ στέφανον ἀπὸ χρυσῶν δʹ καὶ ἡμίσους καὶ Δη[μη]-
[τρί]ῳ Δημητρίου Ἀθηναίῳ δευτερεῖον ἀττικοῦ μʹ · Ἀσκληπιάδῃ τραγῳδιῶν ποιητ[ῇ]
[ἐ]πὶ τὸν ἐπινίκιον στέφανον ἀπὸ χρυσῶν εʹ καὶ ἡμίσους ὀβολοῦ ἡμιω[βελίου]·
Φίλωνι Φίλωνος Ταραντίνῳ δευτερῖον ἀττικοῦ νʹ· ἱματιομίσθῃ [ἀττικοῦ σλʹ],
τ̣οῖς τραγικοῖς καὶ σατύροις ἀττικοῦ ρʹ· καὶ κωμικοῖς σὺν χοροδιδα̣[σκάλοις]
45 [ἀτ]τικοῦ μʹ· χοροδιδασκάλοις τοῖς διδάξασι τὰς καινὰς τραγ[ῳδίας καὶ]
[το]ὺς σατύρους ἀττικοῦ νʹ, καὶ αὐληταῖς τοῖς τὴν τραγῳδίαν̣ [αὐλήσα]-
[σιν ἀ]ττικοῦ κηʹ, καὶ τοῖς κωμικοῖς ἀττικοῦ ιβʹ· vac.
[εἰς τὴ]ν θυσίαν τῶι Σαράπιδι καὶ τῇ Ἴσιδι καὶ τοῖς ἄλλοις θεοῖς [καὶ τὴν ἑσ]-
[τί]ασιν τῶν κατὰ τὸ ψήφι<σ>μα ἀττικοῦ τʹ· καὶ ἀπέδωκ[α Κα]-
50 [φι]σίαι τῶν γενομένων ἀναγωνίστων δευτερείων τῆς αὐ[λῳδίας]
[ἀττ]ικοῦ μʹ, καὶ τῆς κιθαρῳδίας ἀττικοῦ νʹ, καὶ τοῦ τ[ραγῳδι]-
[ῶν] ποιητοῦ δευτερεῖον ἀττικοῦ νʹ. κεφ(αλὴ) ͵γσοϛʹ. vac.
[τὰ ἄ]λλα ἀνηλώματα τὰ γενόμενα εἴς τε τὰ ὅρκια τὰ καθ’ ἡμέραν [καὶ τὰς ἑσ]-
[τι]άσεις τῶν καθ’ ἡμέραν τοῦ ἀγῶνος τῶν τε κριτῶν [καὶ τεχνιτῶν]
55 [καὶ χ]ορῶν καὶ νικησάντων καὶ εἰς τὸ ἐπίθυμα καὶ ῥάσ[μα οὐκ ἀπο]-
[λ]ογίζομαι διὰ τὸ δεδαπανηκέναι παρ’ ἐμαυτοῦ. vac.
                                                 vacat
57 [ἀρχ]ῆς τῆς κατασταθείσης ἐπὶ τὸν ἐγδανεισμὸν τῶν ὑπὸ Χαριλάο[υ ἀνα]-
[τεθ]έντων Καφισίου τοῦ Βουκάττους ἀπολογία. τοῦ ἐπ̣[ὶ] Καφισίου ἐν<ι>αυ̣[τοῦ]
[ἅμ]α παρέλαβον παρὰ τῆς {παρὰ τῆς} πρὸ ἑαυτοῦ ἀρχῆς Μνασικῶντος το[ῦ ․․․․․]
60 [․․․]ς ἀττικοῦ μ(υριάδα) αʹ φνεʹ {⁸5 ob.}⁸ χ(αλκοῦν)· τούτων τόκος τοῦ ἐπὶ Καφισίου ἐνιαυτοῦ
[․․․] χ(αλκοῖ) ϛʹ· κεφ<αλ>ὴ μ(υριάδες) δʹ ͵αχμʹ {⁸4 ob.}⁸ χ(αλκοῖ) γʹ· τούτων τόκος τοῦ ἐπὶ Γλαύκου [ἐνιαυ]-
[τοῦ] ͵αρξαʹ {⁸3 ob.}⁸ χ(αλκοῖ) γʹ· κεφαλὴ μ(υριάδες) δʹ ͵βυοʹ· vac. τούτων τόκος τοῦ ἐπὶ Ξέν[ωνος]
[ἐνι]αυτοῦ ͵ατπϛʹ {⁸4 ob.}⁸ χ(αλκοῖ) θʹ· κεφαλὴ μ(υριὰς) αʹ λʹ· τούτων τόκος τοῦ ἐ̣[πὶ Βου]-
[κάττ]ους ἐνιαυτοῦ ἀπὸ μηνὸς Βουκατίου ἕως Θυΐου υοβʹ· vac.
65 [ἔδωκ]α Γλαύκῳ ἀγωνοθέ<τ>ῃ ἀττικοῦ ͵γ· καὶ τῶν καταλοίπων δραχμῶ[ν]
[․․․]θʹ χ(αλκοῖ) γʹ τόκος τοῦ Ὁμολωΐου μηνὸς ργʹ· κεφα(λὴ) μ(υριάδες) δʹ ͵ασνβʹ χ(αλκοῖ) γʹ· ἁλ-
[ώματ]α εἰς τ[ὰ]ς φατρίας <͵>αχκζʹ· Εὐνίκῳ ἀρχιτέκτονι κʹ· λοιπὸν δραχ-
[μῶν] τόκος ἀπὸ μηνὸς Θηλουθίου ἕως Ἀλαλκομενέου φξʹ {⁸1 ob.}⁸ χ(αλκοῖ) θʹ·
ἅπαντος πλήθους κεφάλαιον μ(υριὰς) αʹ χλζʹ {⁸2 ob.}⁸ χ(αλκοῖ) γʹ· ἅλωμα Διονυ[σίου ἀναγρα]-
70 [φῆς τε] καὶ ἐνκολάψεως τῶν νενικηκότων καὶ τῶν ἀπολογιῶν τ[ῶ]ν τε τοῦ [ἀγῶ]-
[νος] καὶ τῆς ἀρχῆς μʹ· λοιπὸν μ(υριὰς) αʹ φ<ϟ>ζʹ χ(αλκοῦς) vac. καὶ παρὰ τοῦ ἀ<γω>νοθέτου Γλαύ[κου]
[ἔλαβο]ν τὸ λοιπὸν ἐξ ἀπολογίας ἀττικ<ο>ῦ ρμʹ· κεφα(λὴ) ἀττικοῦ μ(υριὰς) αʹ ψλζʹ.
[ἅπα]ν παρέδωκα τῇ μετ’ ἐμαυτὸν ἀρχῇ Θωρακίδῃ Ἡρακλείδου.
                                                 vacat
Search Help
Contact Us