[ ]
Arkadia — Lykosoura — late 2nd/3rd c. AD
| 1 | οἱ Ἀχαιοὶ |
| Σάωνα Πολυχάρμου καὶ Σακλέας Μεγαλοπολείτην | |
| τὸν ἱεροφάντην τῶν Μεγάλων θεῶν διὰ σωφροσύνην καὶ τὴν ἄλλην ἀρετήν. | |
| ψήφισμα Ἀχαιῶν· | |
| 5 | ἐστρατήγει τῶν Ἀχαιῶν Κλαύδιος Τείμανδρος· ἃ ἔδοξε τοῖς Ἀχαιοῖς· Πομπήϊος |
| Ἀπελλᾶς εἶπεν· ἐπειδὴ Σάων Πολυχάρμου Μεγαλοπολείτης ἔνανχος τετελεύ- | |
| τηκεν, ἀνὴρ καὶ διὰ γένος καὶ διὰ τὴν τοῦ βίου προαίρεσιν οὐ μόνον ἐπὶ τῆς αὐτο[ῦ] πατρίδος | |
| ἐν τοῖς πρώτοις, ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησιν ἐπίσημος, γεγονὼς μὲν ἀπὸ τῶν πρώτως τὴν τελετὴν | |
| τῶν Μεγάλων θεῶν παρὰ τοῖς Ἀρκάσι συστησαμένων ἱεροφαντῶν, παῖς δὲ Πολυχάρμου καὶ Σα- | |
| 10 | κλέας, οἳ καὶ σωφροσύνῃ καὶ τῇ περὶ τοὺς θεοὺς θρησκείᾳ καὶ σεμνότητι διαφέροντες |
| ἔτι νῦν εἰσιν, ῥώμῃ δὲ καὶ κάλλει σώματος ἐπ’ ἄκρον ἐληλακὼς ἀπό τε χρημάτων καὶ τὴν <πατρίδα> | |
| πολλὰ πολλάκις εὖ πεποηκὼς καὶ τοὺς ἐνδοξοτάτους τῶν Ἑλλήνων, ἐν ὑποδοχαῖς καὶ | |
| συνόλως ταῖς κατὰ ψυχὴν ἀρεταῖς οὐθενὸς τῶν πολειτῶν· δι’ ἃ πάντα δεδόχθαι τοῖς | |
| Ἀχαιοῖς παραμυθήσασθαι μὲν τοὺς γονῆς αὐτοῦ, τετειμῆσθαι δὲ τὸν κατοιχόμενον | |
| 15 | ἥρωα τειμαῖς ταῖς ἀρίσταις, ἀναστῆσαι δὲ καὶ εἰκόνας αὐτοῦ χαλκέας ἐν τοῖς κοινοῖς |
| τῆς Ἑλλάδος πανηγυριστηρίοις, Ὀλυμπίασι καὶ Ἰσθμοῖ καὶ Νεμέᾳ, καὶ ἐν τῇ πατρίδι, ἐχού- | |
| σας ἐπιγραφήν· Σάωνα Πολυχάρμου καὶ Σακλέας Μεγαλοπολείτην οἱ Ἀχαι- | |
| οὶ τὸν ἱεροφάντην τῶν Μεγάλων θεῶν διὰ σωφροσύνην καὶ τὴν ἄλλην | |
| ἀρετήν, ὅ[π]ως ὅ τε μετηλλαχὼς κατ’ ἀξίαν πεποημένος φαίνηται v οἵ τε | |
| 20 | ἄλλοι πάντες Ἕλληνες διὰ τὴν τῶν Ἀχαιῶν περὶ τοὺς καλοὺς καὶ ἀγα- |
| θοὺς ἐπιμέλειαν προθύμως ἐπὶ τὸν κατ’ ἀρετὴν βίον τρέπωνται. | |
| τὸ ἀνάλωμα ἰς τὸν ἀνδριάντα | |
| παρέσχεν ἡ γυνὴ αὐτοῦ Ἀριστό- | |
| κλεια Σάωνος. |