Honorific decree of Akraiphia for three citizens. Limestone stele.
[ ]
Boiotia — Akraiphia — ca. 42 AD? — BCH 59 (1935) 438-452
| 1 | ἀγαθῇ τύχῃ. |
| ἄρχοντος ἐν Ἀκρηφίοις | |
| Διὸς Σωτῆρος τοῦ | |
| μετὰ Ἀφροδίσιον | |
| 5 | τὸ γʹ. |
| τειμαὶ | |
| καὶ δωρηαὶ αἱ δοθεῖσαι | |
| ὑπὸ τῆς πόλεως. | |
| οἱ ἄ̣ρ̣χοντες καὶ οἱ σύνεδροι εἶπαν· ἐ- | |
| 10 | πιδὴ αἱ πρόσοδο[ι κ]ατὰ τὸ παρὸν ἐνλί- |
| πουσιν, δῖ δὲ τὴν προσήκουσαν τῷ θε- | |
| ῷ Ἀπόλλωνι Πτώιωι καὶ Τιβερίῳ Καί- | |
| σαρι Σ[ε]βαστῷ Γερμανικῷ γενέσ- | |
| θαι θυσίαν, πόρος δὲ οὐδεὶς εὑρίσκε- | |
| 15 | το ὅθεν τὰ εἰς τοὺς θεοὺς ἐπιτελεσ- |
| θῇ, οὕτως Δημήτριος Λεωνίδου καὶ | |
| Ἐ[μ]πέδων Ἐμπέδωνος ὑπέσχον- | |
| το ἐκ τῶν ἰδίων ποιήσιν τῇ πόλι τὸ ε[ἰ]- | |
| [θ]ι̣σμένον ἄριστον, εἰς ὃ ἀπέδοντο | |
| 20 | αὐτοῖς τὰ ἐκ τῆς Πρεπίδου ἀγωνοθε- |
| σίας ὀνόματα ἃ καὶ Δημήτριος Λεωνί- | |
| δου καὶ Ἐμπέδων Ἐμπέδωνος, ταῦτ[α] | |
| μὲν ἐχαρίσαντο τῷ γυμνασίῳ, τὸ δὲ | |
| ἄριστον ἐκ τῶν ἰδίων ἐποίησαν· δι’ ὃ καὶ | |
| 25 | δεδογμένον εἶναι τοῖς τε ἄρχουσι καὶ |
| συνέδροις καὶ τῷ δήμῳ· θεῖναι αὐ- | |
| τοὺς στήλην ἐν τῷ γυμνασίῳ, ἐνχα- | |
| ράξαι τε τὸ ψήφισμα καὶ τήνδε τὴν | |
| ἐπιγραφήν· “Δημήτριος Λεωνίδου καὶ | |
| 30 | Ἐμπέδων Ἐμπέδωνος εἰς τὴ[μ] πρό- |
| σοδον τοῦ γυμνασίου δηνάρια vacat | |
| Ἑρμῇ καὶ Ἡρακλεῖ καὶ Τ(ιβερίῳ) Κλαυδίῳ Καί- | |
| σαρι Σεβαστῷ Γερμανικῷ ἐκ τῶν | |
| ἰδίων ἀνέθηκαν.” | |
| 35 | οἱ ἄρχοντες |
| καὶ οἱ σύνεδροι εἶπαν· | |
| τῆς ὀφιλομένης ἅπασι τιμῆς τοῖς | |
| εἰς τὴν πατρίδα εὐψύχως διατηθῖσιν | |
| καὶ τῆς δεούσης φιλανθρωπίας ἀξίου[ς] | |
| 40 | ὄντας μεταλαμβάν[ι]ν, ὅπερ ἐστὶν Ἀκρηφιεῦσιν |
| ἀκοπίατον, καὶ ἐν τῷ πάροντι καιρῷ [τ]ὴν κα- | |
| θήκουσαν ἐποιησάμεθα πρόνοιαν ἵνα̣ [τ]ό̣ τε | |
| ἀρχαῖον τῆς εὐγενίας σῴζομεν τῇ | |
| τε καλοκαγαθίᾳ τῶν ἀνδρῶν μαρτυρήσ[ο]- | |
| 45 | μεν· τοῦ γὰρ ἐνστάντος ἐνιαυτοῦ Δι- |
| ὸς Σωτῆρος τοῦ μετὰ Ἀφροδίσιον τὸ γʹ, | |
| ἐν τῇ τῆς χώρας ἀπωλείᾳ, δεομένης τῆς πό- | |
| λεως ἀρχείων, Ἐμπέδων Ἐμπέδωνος καὶ | |
| Δημήτριος Λεωνίδου καὶ Πάμφιλος Σω- | |
| 50 | τηρίχου παρακληθέντες ἐπεδέξαντο τὴν |
| τῆς πολεμαρχίας ἀρχήν, συνιδόν[τ]ες δὲ | |
| τὴν τῆς πόλεως στενότητα αὐταιρέ- | |
| τους ἀρχὰς προσέλαβον τήν τε ἀγορανο- | |
| μίαν καὶ τὴν εἰς τὸ ἄλιμα ἐπιμέλειαν, καὶ | |
| 55 | τοῖς μὲν εἰθισμένοις ἀτ̣άκτως ὑπουργεῖν |
| τῇ πόλι καπήλοις τε καὶ μαγείροις καὶ ἀρτοκό- | |
| ποις ἐκ τῶν ἰδίων ἐπήρκεσαν δόντες τοῖς | |
| μὲν ἀρτοκόποις σῖτον, τοῖς δὲ λοιποῖς ἀργύ- | |
| ριον εἰς τὴν ἐνιαύσιον χρῆσιν ἄτοκον, δι’ ὧν | |
| 60 | ἡμῖς τῆς ἀνελλιποῦς εὐωνίας μετελάβο- |
| μεν· τό τε ἄλιμμα λαμπρῶς καὶ μεγαλοψύ- | |
| χως παρέσχον, ἀλίφο[ν]τες ἐλαίῳ μὲν | |
| ἑφθῷ πεπληρωμένῳ τῆς τῶν ἀρωμά- | |
| των ἀφθονίας, θέντες καὶ λευκὸν εἰς τ[ὴν] | |
| 65 | μετ’ ἀδίας χρῆσιν· δι’ ἃ δὴ πάντα δεδογ[μέ]- |
| νον εἶναι τοῖς τε ἄρχουσι καὶ συνέ- | |
| δροις καὶ τῷ δήμῳ· δεδόσθαι αὐτοῖς | |
| τόπους ἐν τῷ γυμνασίῳ καὶ ἐν ᾧ ἂν | |
| ἄλλῳ θέλωσιν ἐπισήμῳ τόπῳ εἰκό- | |
| 70 | νας τε ἀναθῖναι ἐν ὅπλοις ἐπιχρύσοις |
| ἐπιγράφοντες ἐπιγράφην· “ἡ πόλις Ἀ- | |
| κραιφιέων Ἐμπέδωνα Ἐμπέδωνος κα[ὶ] | |
| Δημήτριον Λεωνίδου καὶ Πάμφιλον | |
| Σωτηρίχου ἀρετῆς ἕνεκεν καὶ εὐερ- | |
| 75 | γεσίας τῆς εἰς ἑαυτήν.” ἐνχαράξα[ι] |
| τε καὶ εἰς στήλην τά τε ψηφίσματα κ[αὶ] | |
| τὰς ἐπιγραφὰς καὶ θεῖναι εἰς τὸ γυ- | |
| μνάσιον εἰς ὃν ἂν βούλωνται τόπον. |