List of victors at the Basileia games, followed by a notice of the agonothete Prokles and a letter of the archon Nikolaos. Fragment of a marble stele.
[ ]
Boiotia — Lebadeia — 2nd c. BC — BCH 30 (1906) 476-477 (frag. = ll. 27-31, in.) — AD 8 (1923) 239, 1
See also:
| [— — — — — — — — — — — — — — —] | |
| [— — — — — —]δαμο[ς — — — — — —] | |
| [ἄ]νδρας· | |
| [— — — — — Κ]άλλωνος [— — — — —] | |
| παῖδας παγκ[ράτιον]· | |
| 5 | [— — Κ]ορνήλιος Μάρκου [Ῥωμαῖος]. |
| ἄνδρας· | |
| [— — — — —] Κάλλωνος Χαιρωνε[ύς]. | |
| ἄνδρας πένταθλον· | |
| [— — — — —]λης Κάλλωνος Θηβαῖος. | |
| 10 | ὁπλίτην· |
| [— — — —] Μενίππου Βαργυλιήτης. | |
| ἀπόβασιν· | |
| [— — — —]λης Δίωνος Θεσπιεύς. | |
| ζεύγει ἐν τῷ σταδίῳ· | |
| 15 | [— — — —]ας Σωκλέους Κορωνεύς. |
| συνωρίδι πωλικῇ· | |
| [Πόπλιο]ς Λικίνιος Ποπλίου Ῥωμαῖος. | |
| κέλητι πωλικῷ· | |
| [— —]μος Ἱπποκράτους Θεσσαλὸς ἀπὸ vacat | |
| 20 | συνωρίδι τελείαι· |
| [Πόπλιος] Λικίνιος Ποπλίου [Ῥωμ]αῖος. | |
| κέλητι τελείωι· | |
| [Πόπλιο]ς Λικίνιος Ποπλίου Ῥωμαῖος. | |
| ἅρματι πωλικῶι· | |
| 25 | [Πόπλιο]ς Λικίνιος Ποπλίου Ῥωμαῖος. |
| ἅρματι τελείωι· | |
| Πόπλι[ο]ς Λικίνιος Ποπλίου Ῥωμαῖος. | |
| [γ]ραμματ[ε]ύοντος τῶν ναοποιῶν Ἀντιμέδοντος Πλαταιέως, ἔνγραφα μ[η(νὸς)] | |
| [Πα]μβοιω[τ]ί[ο]υ νου<μ>ηνίᾳ· Προκλῆς Θηβαγγέλου Θεσπιεύς, ὁ καθεσταμένος ἀγω- | |
| 30 | [ν]οθέτη<ς> ἐ[π]ὶ τὸν ἀ[γ]ῶνα τῶν Βασιλείων, ὃν τίθησι τὸ κοινὸν Βοιωτῶν, ἐμφανίζει τῷ ἀγω[ν]- |
| [οθ]ετήσαντ[ι] ἕ[ω]ς ἁτοῦ Τρύφωνι Θιοπείθους Πλαταιεῖ· ἐπεὶ δέον ἦν σε ἀπολύοντα ἐκ τῆ<ς> ἀγ̣[ω]- | |
| [νοθεσίας ποι]ήσασθαί μοι παράδοσιν τῶν ᾠκονομημένων ὑπὸ σοῦ καὶ τῶν ἄλλων τῶν | |
| [ὀφειλόντων ὑπ]ὸ σοῦ παραδεδόσθαι πάντων, σὺ δὲ οὐθὲν τούτων πεποίηκας, ἔκριν[α] | |
| [τὴν ἀγωνοθεσίαν ἀ]πώσασθαι [κ]αὶ δοῦναι τὸν χρηματισμὸν τῷ τε γραμματεῖ τῶν | |
| 35 | [ναοποιῶν Ἀντιμέδο]ντι καὶ τοῖς παροῦσιν ἀπὸ τῶν πόλεων ναοποιοῖς, ἵνα πάντε[ς] |
| [εἰδῶσι τὸν τούτων αἴτιο]ν· δέδωκα δὲ τοῦ αὐτοῦ χρηματισμοῦ ἀντίγραφο[ν] | |
| [καὶ τοῖς Βοιωτάρχαις. ἐπιστολὴ Νικ]ολάου Νικοκράτους ἄρχοντος Θεσπιέω[ν] | |
| [καὶ πολεμάρχων(?) πεμφθεῖσα τοῖ]ς Λεβαδέων πολεμάρχοις καὶ συνέδρ[οις] | |
| [καὶ τοῖς ναοποιοῖς· ἐπειδὴ συνέβη] μετηλλαχέναι ἐν τῷ Πανάμῳ μηνὶ Προ- | |
| 40 | [κλέα, τὸν καθεσταμένον ἀγωνοθέτην] τῶν Βασιλείων, δίκαιον δὲ ἡμεῖν εἶναι δο- |
| [κεῖ διά τε τὴν ἄλλην τοῦ ἀνδρὸς καλοκα]γαθίαν καὶ ἣν ἤσχηκεν ἐν παν[τὶ] και- | |
| [ρῷ περὶ τὸν θεὸν εὐσέβειαν, αὐτός τε καὶ ὁ υἱός], τὴν πρὸς αὐτοὺς εὔνοιαν συντηρῆσαι | |
| [τό τε συνέδριον καὶ σύμπαντας Βοιωτούς, καὶ νῦν Θηβάγγε]λον τὸν υἱὸν Προκλέους | |
| [ἡγούμεθα δεῖν ἀντὶ τοῦ μετηλλαχότος πατρὸς Προκλέους τοῦ Θ]ηβαγγέλου ἐ- | |
| 45 | [πικαταστῆσαι ἀγωνοθέτην — — — — — — — — — — — — — — — — — — — —] |
| [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |