[ ] Att. — non-stoich. — 83-78 — IG II² 1039 Add. (pt. 1.2 p. 671)
                       θ[εοί].
1 [ἐπὶ ․․c.7․․]ου ἄρχοντος· v στρατηγοῦντος ἐπὶ τοὺς ὁπλίτας Μνασ[έου τοῦ]
Μνασ[έου Βερε]νικίδου· v βουλῆς ψηφίσματα· Βοηδρομι[ῶ]νος ἕκτῃ ἱστα[μένου· ἐ]ν τῶι
Θησε[ίωι βουλή]· Μνασέας Μνασέου Βερεν[ικίδης] εἶπεν· ὑπὲρ ὧν [ἀπαγγέλλει] ὁ κοσ-
μητὴ[ς τῶν ἐφήβων] Ἡδύλος Στράτωνος [Λαμπτρ]εὺς ὑπὲρ τῆς θυ[σίας ἧς ἔ]θυσεν
5 μετὰ [τῶν ἐφήβων ἐ]ν ἀκροπ[όλει ἐξι]τητ[ήρια τ]ῆι τε Ἀθηνᾶι τῆι Π[ολιάδι καὶ τοῖς] ἄλλοις
θεοῖς οἷς [πάτριον ἦν ὑπ][ρ τε τῆς βο]υλῆς κα[ὶ τοῦ] δήμου καὶ [παίδων καὶ γυναικῶν καὶ τῶν]
φίλων καὶ συ[μμάχω]ν καὶ γεγον[έναι ἐ]ν πᾶσ[ι]ν [τ] [ἱερὰ καλὰ καὶ σωτήρια· ἀγ]αθῆι τύχηι
[δεδόχθαι τ]ῆι βουλῆι, τὰ μὲν ἱερ[ὰ δέχεσθαι] τὰ ἐν τ[οῖς ἱεροῖς <γεγονότα> ἐφ ὑ]γιείαι καὶ σωτηρίαι
[τῆς βουλῆ]ς καὶ π[αί]δων καὶ γυναι[κῶν καὶ τῶ]ν φίλων καὶ [συμμάχων· ἐπαινέ]σαι δὲ τὸν κοσμη-
10 τὴ[ν Ἡδύλ]ον Σ[τρ][τ]ωνος Λα[μπ]τρέα κα[ὶ τοὺς ἐ]φή[βους καὶ στεφανῶσα]ι ἕκ[αστο]ν αὐτῶν θαλ-
λοῦ σ[τε]φάνωι ἐπὶ τῆι εὐσεβείαι τῆι [πρὸς τοὺς θεοὺς καὶ τ]ῆι παρ ὅλ[ο]ν [τὸν ἐνια]υτὸ[ν]
[σπουδῆι καὶ φι]λοπονίαι περὶ πά[ν]τα, [ἵνα τούτων συντελουμένω]ν φαίν[ηται ἡ βουλὴ] τιμ[ῶσα]
τοὺ[ς ἀγαθοὺς τ]ῆς ἐ[πιβαλλούσης αὐτοῖς τιμῆς].
                   {²vacat 0.018}²
14 ἐπειδὴ π[ρόσοδον ποιησάμενοι οἱ ἔφηβοι οἱ ἐπὶ Ἀπολλοδώρου ἄρχοντος πρ]ὸς τ[ὴν βου]λὴν ἐμφανίζουσ[ιν]
15 τὸν κοσμ[ητὴν ἑαυτῶν Ἡδύλον Στράτωνος Λαμπτρέα εὐ]γενῆ κα[ὶ φιλότι]μ[ο]ν πρὸς [ἑ]αυτοὺς γεγονέναι
καὶ πεφροντικένα[ι — — — — — — — — — — — — — —]ν προτρ[επόμενον ἐπὶ τὰ κάλ]λιστα τῶν ἐπι-
τηδευμάτων καὶ π[αρακαθίζοντα ταῖς τῶν ῥητό]ρων [καὶ γραμματικῶν σχολαῖς] καὶ ταῖς γενομέναις
ἀκροάσεσι· ἐπιμεμε[λῆσθαι δὲ καὶ τῆς περὶ τὸ σῶμα γυμνασίας καὶ ἀ]σκήσεως, ἔτι δὲ καὶ τῆς ἐν τοῖς
ὅπλοις ἐμπειρίας καὶ [— — — — — — — — τὰς ἐκ τῶν νό]μων ἀποδ[εί]ξεις πεποιῆσθαι καὶ ἐν τοῖς τῶν
20 εὐ[εργ]ετῶν ἀγῶσιν — — — — — — — — — — — — οις καὶ ταῖς γινομέναις λαμπάσ[ι]ν διηγωνίσθαι
[ποιουμ]ένους καὶ τὴ[ν πρὸς ἀλλήλους][μιλλαν ἐν]δόξως καὶ ἐπάνδρ[ως], ἔν τε ταῖς φυλακαῖς v καὶ
[τῶν τει]χῶν κ[αὶ τοῦ Π]ειραιέως ἀνελλ[ιπῶς π]εποιῆσθαι τῆι πατρίδι [τ]ὴν λειτουργ[ία]ν διά τε ἑαυτῶ[ν]
․․c.7․․π․․c.7․․ων ὑπερτιθέμεν[ον πᾶσ]αν δύναμιν τῆι πρός τε τοὺς ἐφ[ήβους] καὶ τὴν πό-
λ[ιν σπουδῆι κ]αὶ φιλοτιμίαι, καὶ πεφρ[οντικέ]ναι τοῦ πάντας ἐνόπλ[ο]υς ὑπάρχειν· v πεποιῆσ-
25 θαι [δὲ καὶ δαπ]άνας ἐκ τῶν ἰδίων [ὑπὲρ τῆς ἑ]αυτῶν τιμῆς θύοντα ἐν τοῖς γυμνασίοις τοῖς κα-
θ[ήκουσι χρόνοις καὶ] κανᾶ διδόντα [καὶ προνοού]μενον, ὅπως ἀπὸ τῆς πρώτης ἡλικίας ἐν τεῖ [τ]ε [περὶ τὰς θυ]-
σία[ς καὶ τὰς πομπὰ]ς ἐπιμελείαι τὸ τ[εταγμένον ποιού]μενοι καὶ τυγχάνοντες τῆς περὶ ταῦτα τιμ[ῆς ἐν]
τοῖς τ[ῆς πόλεως] ἐθισμοῖς ἀναστρ[αφῶσιν· διατε]τηρηκέναι δὲ αὐτοὺς καὶ ἐν τοῖς βιοτικο[ῖς εὐδα]-
πάνους, [τοὺς μὲν προ]υχ[εῖς κ]αὶ πρ[ὸς ἀνάλωμα? φι]λοτίμως ἔχοντας συνπροτρεψάμενος [εἰς γυ]-
30 μνασ[ιαρχίας, τοὺς δὲ] συμμέτ[ρους κουφίσας τῆς ε]ἰς ταῦτα δαπάνης· v προνενοῆσθαι δὲ κα[ὶ τῶν]
θυσιῶν ὧ[ν οἵ τε ἐθισμοὶ τῆς πόλεως καὶ οἱ νόμοι προσέ]τα[ττ]ον, καὶ τεθυκέναι ἐκ τῶν ἰδίων τὰ [εἰ]-
σιτητήρια ἐν [— — — — — — — — — — — — —, ἀνεστ]ράφθαι τε δι [ὅ]λου τοῦ ἐνιαυτοῦ ἴσως
κα[ὶ — — — — — — — — — — — — — — — — — πρὸς] ἕνα̣ ἕκαστον αὐτῶν πατρικὴν προσ-
φερόμεν[ο]ν ε[ὔνοιαν, ἐ]φ οἷς καὶ αὐτοὶ βο[υλόμενοι εὐχαριστεῖν αὐτῶι ἐστ]εφάνωσάν τε αὐ[τ]ὸν ἐν τῆι βου-
35 λῆι χρυσῶι στεφάνωι κ[αὶ] παρακαλοῦσι τὴν βο[υλὴν ἐπιχ]ωρῆσαι [ἑαυτοῖ]ς ποιήσασθαι γραπτῆς εἰκόνος
[ἐν] ὅπλωι ἀνάθεσιν ἐν [τῶι] ἐν Ἐλευσῖνι ἱερῶι καὶ ἐ[πιγράψ]αι· [οἱ ἐφηβεύσα]ντες ἐν τῶι ἐπὶ Ἀπολλοδώρου
ἄρχοντος ἐνιαυτῶι τὸν [ἑ]αυτῶν κοσμητὴν Ἡδ[ύλον Στράτωνος Λαμπτ]ρέα ἀρετῆς ἕνεκεν Δήμητ[ρι]
καὶ Κόρηι· ὁμοίως δὲ καὶ ἑτέρας ἐν ἄστει οὗ ἂ[ν εὔκαιρον ἦι· ἐξεῖναι δὲ ἑ]αυτοῖς ποιήσασθαι αὐτοῦ
χαλκῆς εἰκόνος ἀνάθεσιν ἐν ἀγορᾶι πλὴν οὗ [οἱ νόμοι ἀπαγορεύουσιν· τύχηι] ἀγαθῆι δεδόχθαι τῆι
40 βουλῆι ἐπικεχωρῆσθαι τοῖς [ἐ]φήβοις στεφανῶσ̣α[ι τῶι χρυσῶι στεφάνωι] τὸν ἑαυτῶν κοσμητὴν
[Ἡ]δύλον Στράτωνος Λαμπτρέ[α ἐπὶ] τῆι πρὸς αὐτοὺς ε[ὐνοίαι καὶ φιλοτιμίαι, ποιήσ]ασθαι δὲ καὶ τὴν ἀνάθε-
[σι]ν τῶν εἰκόνων ἐν οἷς αἰτο[ῦντ]αι τόποι[ς], ἔτι δὲ κα[ὶ] στῆ[σαι στήλην] ἔχ[ουσ]αν τὰ [ἑ]αυτῶν ὀνόματα κα[ὶ]
[τ]ὰ περὶ τούτων ψηφίσμα[τα, ἵνα] τούτω[ν σ]υντελουμένων φαίνηται ἡ βουλὴ τιμῶσα τοὺς ἀγαθοὺς τῶν
[ἀν]δρῶν.  vacat
45 [ἐ]πειδὴ οἱ ἔ[φ]ηβοι οἱ ἐπὶ Ἀ[πολλ]οδώρου ἄρχοντος [καλῶ]ς καὶ εὐσχημόνως [πεποίη]νται τὴν
ἀναστροφὴν διὰ παντὸ[ς] τοῦ τῆς ἐφηβείας χ[ρόνου] πειθαρχοῦντες τῶι [τε κοσμ]ητῆι καὶ
[τοῖ]ς παιδευταῖς κα[ὶ παρ]εδρεύοντες ταῖς τ[ῶν φιλο]σόφων σχολα[ῖς καὶ τῶν γ]υμνασίω[ν]
[τ]ὴν καθήκουσαν ἀν[αστρ]οφὴν ποιούμενοι· ἐπιμεμ[έλη]ν[τ]αι δὲ καὶ τῆ[ς πε]ρὶ τὸ σῶμα γυμνασ[ί]-
ας καὶ ἀσκήσεως, ἔ[τι δὲ κ]αὶ τῆς ἐν τοῖς ὅπλοις φ[ι]λοπονίας παρ ὅλον τ[ὸν ἐ]νιαυτὸν σπουδῆς
50 καὶ φιλοτιμίας ο[ὐδὲν ἐλλεί]ποντες· ἐπο[ιήσ]αντο δὲ τὴν φυλακὴν τοῦ τε [ἄσ]τεως καὶ τοῦ Πειρα[ι]-
έως κατὰ τ[ὰ παραγγελλόμ]ενα ὑπό τε τοῦ κοσμητοῦ καὶ τῶν στρατηγῶν, [ἔ]τι δὲ καὶ τὴν ἐπὶ τὴν χώ-
ραν ἔξο[δον κατὰ τὸ δυνατὸν] πάν[τ]α πράττοντες μεθ ὁμονοίας, τάς τε τῶν ἡγουμένων ἐγδοχ[ὰς]
ἐπετ[έλεσαν μετὰ] πάσης προθυμίας· διαφυλάττοντες δὲ καὶ τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν τά[ς]
[τε πομπ]ὰς συνέπεμψαν τῆι πόλει πάσας καὶ τὰς λειτουργίας ἐλειτούργησαν· ἔθυσαν δὲ τά τε Προ[ηρ]-
55 έσια καὶ μυστήρια καὶ Πειραῖα καὶ Διονύ[σ]ια παραστήσαντες ὡς κάλ[λιστ]α θύματα· v ἔ[θ]υσαν δὲ καὶ τοῖς
Διογενείοις ἐν τῶι τεμένει καὶ τὰς ἄλλας θυσίας ἐπετέλεσαν [τὰς κα]θηκούσας καὶ ἐκαλλιέρη-
σαν ἐμ πάσαις· v ἔθυσαν δὲ καὶ τὰ Συλλεῖ[α] κα[ὶ ἐκ]αλλιέρησαν, ὁμ[οίως δὲ κα]ὶ τὰ ἐξιτητήρια ἐν ἀκρο-
πόλει τῆι τε Ἀθηνᾶι τῆι Πολιάδι καὶ τῆι Κουρ[οτρό]φωι καὶ τῆι Πανδρόσ[ωι κα]ὶ ἐκαλλιέρησαν· ἵνα οὖν καὶ
ἡ βουλὴ φαίνηται ἀποδεχομένη τὴν τῶν ἐ[φήβω]ν ἀρετὴν καὶ πρὸς τὰ [κα]λὰ φιλοτιμίαν, vv τύχηι ἀγαθ[ῆι]
60 δεδόχθαι τῆι βουλῆι, ἐπαινέσαι τοὺς ἐφήβο[υς τ]οὺς ἐπὶ Ἀπολλοδώρου ἄρχοντος καὶ στεφανῶσαι
χρυσῶι στεφάνωι ἐφ ἧι πεποίηνται εὐταξ[ίαι κ]αὶ τῆι περὶ τὰ κάλλιστα τ[ῶ]ν ἐπιτηδευμάτων σπο[υ]-
δῆι, καὶ ἀνειπεῖν τὸν στέφανον Διονυσίων [τῶν μεγά]λων τῶι καινῶ[ι ἀγῶνι] καὶ Παναθηναίων καὶ Ἐ-
λευσινίων τοῖς γυμνικοῖς ἀγῶσιν· v τῆς δ[ὲ ἀναγορ]εύσεως τοῦ [στεφάν]ου ἐπιμεληθῆναι τὸν στρ[α]-
τηγὸν καὶ τὸν κήρυκα τῆς ἐξ Ἀρείου πά[γου βουλ]ῆς. ἐξεῖναι δὲ [αὐτοῖς ποι]ήσασθαι [καὶ τὴν τῆς]
65 [εἰκόν]ος ἀνάθεσιν ἐν ὧι ἂν εὔκαιρον ἦι τόπωι. v ἀ[ναγρά]ψαι δὲ τόδε τὸ ψ[ήφισμ]α μετὰ τῶν [ἄλλων εἰς τὴν]
[αὐτὴ]ν στήλην, ἵνα τούτων συντελουμένων φαίν[ηται ἡ β]ουλὴ τιμῶσ[α τοὺς] ἀπὸ τῆς πρώτης [ἡλ]ικίας τῶ[ν]
[νέω]ν ἐπιδιδόντας ἑαυτοὺς ἐπὶ τὰ κάλλιστα τῶν [ἐπιτηδευμά]τω[ν, γίνω]νται δὲ καὶ ἕτεροι ζ[η]λωταὶ τῶ[ν]
[ὁμοί]ων.
οἱ ἐφηβεύσαντες ἐ[πὶ] Ἀπολλ[οδ]ώρου ἄρχοντος·
col. I {²in corona:}²
70 ἡ βουλὴ
  τὸν
κοσμητήν.
col. II {²in corona:}²
70 ὁ δῆμος
  τὸν
κοσμητήν.
col. III.70 — — —
— — —
— — —
col. IV {²in corona:}²
70 οἱ ἔφηβοι
  τὸν
κοσμητήν.
col. I.73          Ἐρεχθεῖδος
[Δ]ι[ό]δωρος Διοδώρου Κηφισιεύς
75 [Π]όπλιος Ποπλίου Κηφισιεύς
[Δ]έκμος Ποπλίου Κηφισιεύς
․․τευς Νικομήδου Παμβωτάδης
[․․․σ]τρ[α]τ[ο]ς Νουμηνίου Λαμπτρεύς
[Τ]ίτος Τίτου Κηφισιεύς
80 [Ἰσ]ίδωρος Θεοδώρου Ἀναγυράσιος
[Σμ]ίκυθος Δημητρίου Κηφισιεύς
Φιλῖνος Φιλίνου Εὐωνυμεύς
         Αἰγεῖδος
[— — —   Φα]ρνάκου Γαργήττιος
85 ․․․ων Φαρνάκου Γαργήτ[τι]ος
[Κ]όνων Μηνοδώρου Κολλυτεύς
[Ἡρα]κλείδης Μηνοδώρου Κο[λ]λυτεύς
[Μ]ηνόφιλος Μηνοδότου Ἐ[ρ]χιεύς
Θεμιστοκλῆς Ἀρναίου Φ — — —
90 ․ηνόδωρος Ζηνοδ[․․ου   — —]ύς
․․6․․․λ̣ης   — — —   — — —
frg. l.col. I      {²haec columna comprehendebat etiam}²
{²ephebos Pandionidis, Leontidis, Ptolemaidis.}²
            {²ex his supersunt:}²
1 Σωσι —   — — —   — — —
[Ἀ]πολλω —   — — —   — — —
[Θ]εόφιλος   — — —   — — —
frg. m.col. I.1 [Φ]ιλιππ —   — — —   — — —
Δημ — —   — — —   — — —
Λ — — —   — — —   — — —
Μ — — —   — — —   — — — ς
5 ․ΛΓ— —   — — —   — — —
col. II.73          Ἀκαμαντίδος
Ἡρακλεόδωρος Σελεύκου Σφήττι[ος]
75 Διονύσιος Ἡρώδου Σφήττιος
Δημοτέλης Δημητρίου ἐκ Κεραμέω[ν]
Διονύσιος Εὐτύχου Κικυννεύς
Σώστρατος Τελέστου Σφήττιος
Θεαίτητος Θεαινέτου Σφήττιος
80 Κλέων Διοσκουρίδου Πό[ριο]ς
Ναυσίστρατος Ἀρχωνίδου [ἐκ Κε]ραμέων
Φιλήμων Κηφισο[δώ]ρου Ἰτεαῖος
             Οἰνηΐ[δ]ος
Ἀρίσται[χ]μος Φι[λύλ]λου Φυλάσιος
86            Κεκροπ[ί]δος
Διοπείθης Φιλάνθου Ἁλαιεύς
Ἐπιγένης Δίου Μελι[τεύς]
Ξένων Δίου Μελ[ιτεύς]
90 Ξενοκρά[της   — — —   — — —]
frg. n-o.col. II.1 — — —   — — —   — — — ος
[— — —   — — —   Μελ]ιτε[ύς]
— — —   — — —   Φιλοφαναι̣?
— — —   — — δου Μελιτ[εύς]
5 [— — —   — — —   Μ]ελιτ[εύς]
[— — —   — — —   Αἰξ]ωνεύ[ς]
— — —   — — —   — — υ —
frg. b1,c1,p.col. II.1 [— — —   — — —   Μ]ελιτε[ύς]
— — —   — — —   Μελιτεύς
[Ἀριοβαρζάνη]ς καὶ Ἀ[ρι]αράθης
βασι[λέως Ἀ]ριοβαρζάνου
5 [Σ]υπ[αλήττιο]ι Φιλορωμαῖοι
col. III.73 — — —
82 Λέων Λέοντο[ς   — — —]
Ἀλέξανδρος   — — —   — — —
Λεύκιος Λευκίο[υ   — — —]
85 Κόιντος Λευκί[ου   — — —]
Ἀλέξανδρος Οτ — —   — — —
Σοφοκλῆς Ξεν — —   — — —
Δημήτριος   — — —   — — —
․οσ — —   — — —   — — —
6 Μοιραγέ[νης   — — —   — — —]
Νίκων Με — —   — — —
Ἀνθεσ[τήριος   — — —   — — —]
frg. q-r.col. I      {²Hippothontidis:}²
1 — — —   — — — ς Ἐλευ[σίνιος]
— — —   Διοδότου Πειρα[ιεύς]
— — —   — — —   Ἀζηνιεύς
— — —   — — — ου Ἀζηνιεύς
5                        ΠΑ
— — —   — — —  Ἐλαιούσ[ιος]
frg. s-w.col. I.3      [Αἰαντίδ]ος
— — —   — — —   Μαραθώνιος
5 [— — —   — — —   Μ]αραθώνιος
— — —   — — —   Μαραθώ[νιος]
[— — —   Μεν]εκράτου Φαληρεύ[ς]
[— — —   Θ]εοδότου [Μ]αραθώνιο[ς]
— — —   — — — ος Ῥαμνούσιος
10 [— — —   Βι]όττου Φαληρ[εύς]
— — —   — — —   Τρικο[ρύ]σιος
— — —   Λε[υ]κ[ίου   — — —]
— — —   — — — ος Τρικ[ορύσιος]
[— — —   Π]αραμόνου Τ[ρικορύσιος]
15 — — —   — οδότου Μαραθώνι[ος]
[— — —   Δημη]τρίου Μαραθώνιο[ς]
[— — —   Διον]υσίου Μαραθ[ώνιος]
[— — —   Μο]ιραγέν[ου   — — —]
[․․․․δ]ωρος Διοδώρου Μαραθώ[νιος]
20 Δημήτριος Δημητρίου Τρικορύ[σιος]
       Ἀντιοχίδος
Διονύσιος Σαραπίωνος Ἀναφ
Ἀμμώνιος Δημητρίου Ἀναφλ
Ἀρίστων Ἀλεξάνδρου Παλλ
25 Ἡράκλειτος Ἡρακλείτου   — — —
Ἀθηνόδωρο[ς   — — —   — — —]
col. II.1 ․․κιας Τ — — —   — — —
[Λ]υσίμαχος   — — —   — — —
Παντακλῆ[ς   — — —   — — —]
Εὐφάνης Ἰσ — — —   — — —
5 Λεύκιος Λ̣ — —    — — — —
frg. x-z.col. I.1 — — —   — — — ου Θ[ο]ραιε[ύς]
[— — —   Δι]ονυσίου Παλληνε[ύς]
— — — ς Πρωτογένου Παλληνε[ύς]
— — — ς Ἀρχελάου Σημα[χ]ίδης
5      [Ἀ]τταλίδος
— — —   — οξένου Σουνιε[ύς]
— — —   Λυσιμάχου Σουνεύς]
— — — ς Εὐθυδή[μου   — — —]
— — —   Δωρ — —   — — —
10 — — —   — — —   — — εύς
[— — —   — — ο]υ Ἀθμονεύς
— — —   — — ου [Ἀ]γ? — —
frg. a1.col. I {²ad catalogum peregrinorum haec pertinent:}²
1 [— — —   — — —   Κ]ορωναε[ύς]
— — —   — — νος Ἀλεξαν[δρεύς]
— — —   — — — ς Ἡρακλεώ[της]
— — —   — — υ Ἐρετριε[ύς]
5 — — —   — — ς Α — — —
Search Help
Contact Us