[ ]
Arkadia — Orchomenos — after 234/233 BC
1 | ․․․․․․ παρ̣αβαίνη̣ι̣ [— — — — — — — — — — — — — — — — — — — — — — — — —] |
μ̣ον πέμπηι εἴτε ἄρχω[ν — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
π̣έοι εἴτε ἰδ̣ιώτας ψαφοφορ̣έοι [— — — — — — — — — — — — — — — — — ὀφλέτω] | |
τριάκοντα̣ τάλαντα ἱερὰ τοῦ Δι̣[ὸς τοῦ Ἀμαρίου, καὶ ἐξέστω τῶι βουλομένωι δίκαν] | |
5 | [θ]ανάτου εἰσάγειν εἰς τὸ κοινὸν τ[ῶν Ἀχαιῶν. v κατὰ τάδε ὀμνυόντων τὸν ὅρκον τὸν] |
α̣ὐ̣τὸν οἱ Ὀρχομένιοι καὶ οἱ Ἀχαιοί, ἐμ μὲ̣[ν Αἰγίωι οἱ σύνεδροι τῶν Ἀχαιῶν καὶ ὁ στρα]- | |
[τ]αγὸς καὶ ἵππαρχος καὶ ναύαρχος, ἐν δ̣ὲ̣ [Ὀρχομενῶι οἱ ἄρχοντες τῶν Ὀρχομενί]- | |
[ων]· ὀ̣[μ]νύω Δία Ἀμάριον, Ἀθάναν Ἀμαρίαν, Ἀφρ̣[οδ]ίτ̣α̣[ν καὶ τοὺ]ς θ[εοὺς πάντας, ἦ μὴν ἐν] | |
π̣ᾶσι̣ν̣ ἐμμε[ν]ε̣ῖν ἐν τᾶι στάλαι καὶ τᾶι ὁμολογίαι καὶ τῶι ψαφίσματι [τῶι γεγονότι τῶι] | |
10 | [κοι]ν[ῶι] τῶι τ[ῶ]ν Ἀχαιῶν, καὶ εἴ τίς κα μὴ ἐμμένηι, οὐκ ἐπιτρέψω εἰς δύναμ̣[ιν, καὶ εὐορ]- |
[κέ]οντι μέν μοι εἴη τἀγαθά, ἐπιορκέοντι δὲ τἀναντία. v τῶν δὲ λαβόντων ἐν Ὀρ[χο]- | |
[μενῶι] κλᾶρον ἢ οἰκίαν, ἀφ’ οὗ Ἀχαιοὶ ἐγένοντο, μὴ ἐξέστω μηθενὶ ἀπαλλοτριῶ- | |
[σα]ι ἐτέων εἴκ̣οσι. v εἰ δέ τι ἐκ τῶν ἔμπροσθε χρόνων ἢ οἱ Ὀρχομένιοι Ἀχαιοὶ ἐγέ- | |
[νον]το Νεάρχ[ω]ι ἔγκλημα γέγονεν ἢ τοῖς υἱοῖς, ὑπότομα εἶμεν πάντα, καὶ μ[ὴ] | |
15 | [δικαζέ]σ̣θω μήτ̣ε̣ Νεάρχωι μηθεὶς μήτε τοῖς υἱοῖς αὐτοῦ μηδὲ Νέαρχος μηδὲ [τῶν] |
[υἱ]ῶ̣ν̣ α̣ὐ̣τοῦ μηθε̣ὶς̣ περὶ τῶμ πρότερον ἐγκλημάτων ἢ οἱ Ὀρχομένιοι Ἀχαιοὶ ἐγ̣[έ]- | |
[νο]ν̣[τ]ο̣· [ὃς δ]ὲ̣ δικάζοιτο, ὀφλέτω χιλίας δραχμάς, καὶ ἁ δίκα ἀτελὴς ἔστω. v περ[ὶ] | |
[δὲ τᾶς Νί]κ̣α̣ς̣ τ̣ᾶς χρυσέ[α]ς τοῦ Διὸς τοῦ Ὁπλοσμίου, ἃγ καταθέντες ἐνέχυρα οἱ Μεθυ[δρι]- | |
[εῖς οἱ μετοική]σα̣ντες ε[ἰ]ς Ὀρχομενὸν διείλοντο τὸ ἀργύριον καί τινες αὐτῶν ἀπήν[εγ]- | |
20 | [καν εἰς Μεθύδρ]ι[ο]ν, ἐὰμ μὴ ἀποδιδῶντι τὸ ἀργύριον τοῖς Μεγαλοπολίταις, καθὼς ἐξ[ε]- |
[χώρησεν ἁ πό]λις τῶν Ὀρχομενίων, ὑποδίκους εἶμεν τοὺς μὴ ποιοῦντας τὰ δίκαια. vac. |