[ ] Att. — non-stoich. — 100/99
1 ἀγαθῆι τύχηι. ἐπὶ Μηδείου ἄρχοντος ἐπὶ τῆς Λεωντίδος τρίτης πρυτανείας, ᾗ Φιλί-
ων Φιλίωνος Ἐλευσίνιος ἐγραμμάτευεν· Βοηδρομιῶνος ἐνάτηι ἱσταμένου, ἐνάτῃ
τῆς πρυτανείας· ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψήφιζεν Ἐπιτέλης
Ἀρεταίου Παιανιεὺς καὶ συμπρόεδροι· vvvv ἔδοξεν τῶι δήμωι· vvvvv Νικόστρατος
5 Δημαρέτου Λαμπτρεὺς εἶπεν· v ἐπειδὴ οἱ ἔφηβοι οἱ ἐπὶ Ἐχεκράτου ἄρχοντος θύσαν-
τες ἐν ταῖς ἐγγραφαῖς ἐν τῶι πρυτανείωι ἐπὶ τῆς κοινῆς ἑστίας τοῦ δήμου
καὶ καλλιερήσαντες μετὰ τοῦ κοσμητοῦ καὶ τοῦ ἱερέως τοῦ Δήμου καὶ τῶν Χα-
ρίτων καὶ τῶν ἐξηγητῶν ἐπόμπευσάν τε τῆι Ἀρτέμιδι τῆι Ἀγροτέρᾳ ἐν ὅπλοις,
ἐποιήσαντο δὲ καὶ τὴν ὑπαπάντησιν τοῖς ἱεροῖς ἐν ὅπλοις καὶ προέπεμψαν
10 αὐτά, καὶ τὸν Ἴακχον ὡσαύτως· ἤραντο δὲ καὶ τοῖς μυστηρίοις τοὺς βοῦς
ἐν Ἐλευσῖνι τῆι θυσίαι καὶ αὐτοὶ ἐβουθύτησαν ἐν τῶι περιβόλωι τοῦ ἱεροῦ·
συνετέλεσαν δὲ καὶ τοὺς δρόμους τοὺς ἐν τοῖς γυμνασίοις καὶ τοῖς λοι-
πεῖς ἀγῶσιν ἅπαντας καὶ ἤραντο ταῖς θυσίαις τοὺς βοῦς εὐσχημόνως καὶ τὰς
λαμπάδας ἔδραμον ἁπάσας καὶ τὰς πομπὰς ἐπόμπευσαν· ἀπήντησαν δὲ
15 καὶ τοῖς συμμάχοις καὶ τοῖς εὐεργέταις τοῦ δήμου Ῥωμαίοις· παρήγαγον δὲ
καὶ τοῖς Ἐλευσινίοις βοῦς τροφίας δύο καὶ ἔθυσαν, καὶ τοῖς Πειραίοις τῶι Δι-
ονύσωι ταῦρον καὶ ἔθυσαν, τοῖς τε Διονυσίοις ἕτερον βοῦν ὡς ὅτι κάλλισ-
τον παρήγαγον τῆι πομπῆι ὃν καὶ ἔθυσαν ἐν τῶι ἱερῶι, καὶ ἐπὶ τούτοις ἅπασιν
ἐκαλλιέρησαν· vv ποιησάμενοι δὲ καὶ μελέτην ἐν τοῖς ὅπλοις ἀπεδείξαντο
20 τοῖς τε Θησείοις καὶ τοῖς Ἐπιταφίοις· ἐποιήσαντο δὲ καὶ τῆι πομπῆι ἅμιλ-
λαν ἐν τῶι λιμένι, περιέπλευσαν δὲ καὶ εἰς Μουνιχίαν καὶ ἔθυσαν τῆι θε[ῶι]·
ἐξῆλθον δὲ καὶ ἐπὶ τὰ φρούρια καὶ τὰ ὅρια γῆς Ἀττικῆς πλεονάκις ἐν ὅπλοις
καθὼς ἐπέταττον αὐτοῖς τὰ ψηφίσματα τῆς τε βουλῆς καὶ τοῦ δήμου· ἔθυ-
σαν δὲ καὶ τοῖς Διογενείοις ταύρους δύο· ἔπλευσαν δὲ καὶ εἰς Σαλαμῖνα τοῖς [Αἰ]-
25 αντείοις καὶ ἔθυσαν τῶι Αἴαντι καὶ τἆλλα καθήκοντα ποιήσαντες ἀνεσ-
τράφησαν εὐτάκτως, ἐφ’ οἷς καὶ ἐτιμήθησαν ὑπὸ τοῦ δήμου τοῦ Σαλαμινίων·
προαναπλεύσαντες δὲ καὶ ἐπὶ τρόπαιον δυσὶ πλοίοις ἔθυσαν τῶι Διὶ τῶι Τρο-
παίωι, τοῖς τε Προηρεσίοις ἤραντο τοὺς βοῦς ἐν Ἐλευσῖνι καὶ ἐλειτούργησαν
ἐν τῶι ἱερῶι εὐτάκτως· vv ἀνέθηκαν δὲ καὶ τοῖς μεγάλοις μυστηρίοις φιάλην
30 τῆι τε Δήμητρι καὶ τῆι Κόρηι χαριστήριον ἀπὸ δραχμῶν Στεφανηφόρου ἑκατὸν τάς
τε ἄλλας θυσίας τὰς καθηκούσας ἁπάσας ἔθυσαν μετά τε τοῦ κοσμητοῦ καὶ τῶν διδασ-
κάλων τοῖς θεοῖς καὶ τοῖς εὐεργέταις τοῦ δήμου καὶ ἐκαλλιέρησαν ἐμ πάσαις· γινόμε-
νοι δὲ καὶ ζηλωταὶ τῶν καλλίστων ἐκ τῆς πρώτης ἡλικίας ἠλείφοντό τε ἐνδ[ελε]-
χῶς ἐν τοῖς γυμνασίοις ἀγόμενοι ὑπὸ τοῦ κοσμητοῦ καὶ ἐσχόλασαν δι’ ὅλου τοῦ ἐν[ιαυτοῦ]
35 τοῖς φιλοσόφοις μετὰ πάσης εὐταξίας· vv παρήδρευσαν δὲ καὶ ταῖς ἐκκλησ[ίαις ἁπά]-
σαις ἐν ὅπλοις ταῖς τε ἐν ἄστει καὶ ἐμ Πειραιεῖ· παρετύγχανον δὲ καὶ ταῖς [ἀκροάσε]-
σιν ἁπάσαις εὐτάκτως· v ἐποιήσαντο δὲ καὶ τὰς καθολκὰς καὶ τὰς νεωλκ[ίας πειθαρ]-
χοῦντες τοῖς ὑπὸ τῶν στρατηγῶν παραγγελλομένοις καὶ διετέλεσ[α]ν ὁμ[ονοοῦν]-
τες καὶ πειθαρχοῦντες τῶι τε κοσμητῆι καὶ τοῖς διδασκάλοις δι’ ὅλου τοῦ ἐ[νιαυ]-
40 τοῦ· v ἀνέθηκαν δὲ καὶ φιάλην τῆι μητρὶ τῶν θεῶν ἀπὸ δραχμῶν Στεφανηφόρου ἑ[βδο]-
μήκοντα κατὰ τὸ ψήφισμα ὃ Διοσκουρίδης Διοσκουρίδου Φηγαιεὺς εἶπεν· vv ἐπο[ι]-
ήσαντο δὲ καὶ ἐπ’ ἐξόδωι τῆς ἐφηβείας τὴν ἀπόδειξ[ιν τ]ῆι βουλῆι· v ὅπως οὖν ἥ
[τε] βουλὴ καὶ ὁ δῆμος φαίνωνται τιμῶντες τοὺς π[ειθα]ρχοῦντας τοῖς τε νόμοις κα[ὶ]
ψηφίσμασιν ἐκ τῆς πρώτης ἡλικίας, vv ἀγαθῆι τύχη[ι δεδ]όχθαι τῆι βουλῆι· v τοὺς λα-
45 χόντας <προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην | δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι | βουλῆι>, vv ἐπαινέσαι το[ὺς ἐφή]βους καὶ στεφαν[ῶ]σαι αὐτο[ὺ]ς χρυσῶι στεφάνωι
εὐτα[ξ]ίας ἕνεκεν ἧς ἔχο[ντες διε]τέλεσαν καὶ ε[ὐσ]εβείας τῆς πρὸς [τ]οὺς θεοὺς
καὶ φιλοτιμίας τῆς εἰς τὴ[ν βουλὴν] καὶ τὸν δῆμ[ον κ]αὶ εὐνοίας τῆς πρὸς τὸν κοσμ[ητήν],
καὶ ἀνειπεῖ[ν τ]ὸν στέφανον τ[οῦτον Διονυ]σίω[ν τε] τῶν ἐν ἄστει καινοῖς τραγῳδοῖς καὶ
Παναθηναί[ων] καὶ Ἐλευσινίων [καὶ Πτολεμαίων τ]οῖς γυμνικοῖς ἀγῶσιν· τῆς δὲ ἀναγο-
50 ρεύσεως [τοῦ] στεφάνου ἐπιμελ[ηθῆναι τοὺς σ]τρατηγοὺς καὶ τὸν ταμίαν τῶν στρατιω-
τικῶν· vv ἐπαινέσαι δὲ καὶ τοὺς διδ[ασκάλους, τ]όν τε παιδοτρίβην Τιμοκράτην Ἁλιμού-
σιον καὶ τὸν ὁπλομάχον Ἡρόδοτ[ον Εἰτ]εα[ῖο]ν v καὶ τὸν ἀκοντιστὴν Δημόστρατον
Συπαλήττιον καὶ τὸ[ν] το[ξότην Ζώ]πυρον Αἰξ〚α〛ωνέα {²⁶Αἰξωνέα}²⁶ vv καὶ τὸν ἀφέτην Καλλίαν Αἰγιλ[ιέα]
καὶ τὸν γραμματέ[α Ἐπίστρατ]ον Περιθοίδη[ν] καὶ τὸν ὑπηρέτην Διόδωρον Ἀζην[ιέα],
55 κ[αὶ] στεφανῶσαι [ἕκαστον α]ὐτῶν θαλλοῦ στεφάνωι. vv ἀναγράψαι δὲ τό[δε]
[τὸ ψ]ήφισμα τὸν γρα[μματέα] τὸν κατὰ πρυτανε[ίαν] εἰστήλην λιθίνην καὶ στῆσ[αι ἐν]
[ἀγ]ορᾶι· v τὸ δὲ γενόμε[νον εἰ]ς αὐτὴν ἀνάλωμα μερ[ίσα]ι τὸν ταμίαν τῶν στρατ[ιω]τικῶ[ν].
col. I.58 ἡ βουλὴ καὶ ὁ δῆμος
    in corona:
59      τοὺς ἐ-
60     φήβους καὶ
     τὸν κοσ-
      μητὴν
     Τίμων[α]
     Βου[τά]-
65       [δην]
col. II.60a     in corona:
61      ἡ βουλὴ
   καὶ ὁ δῆμος
    τοὺς ἐφή-
      βους
col. III.58    ἡ βουλὴ καὶ
    ὁ δῆμος
   in corona:
60     τὸν κοσ-
     μητὴν
     Τίμωνα
     Βουτά-
      δην
col. IV.58    ὁ δῆμος
[ὁ] Σαλαμινίων
  in corona:
60 [τ]οὺς ἐφή-
 βους καὶ τὸν
   κοσμητὴν
    Τίμωνα
    Βουτά-
65      δην
col. V.58   οἱ ἔφ[ηβ]οι
  in corona:
60    τὸν κοσ-
    μητὴν
    Τίμωνα
    Βουτά-
     δην
66 ἀγαθῆι τύχηι. ἐπὶ Μηδείου ἄρχοντος ἐπὶ τῆς Λεωντ[ίδο]ς τρίτης πρυτανείας, ᾗ Φι-
λίων Φιλίωνος Ἐλευσίνιος ἐγ〚γ〛ραμμάτευεν {²⁶ἐγραμμάτευεν}²⁶· Βοηδρομιῶνος ἕκτη[ι] {⁹ἐνάτηι}⁹ [ἱστα]μένου, ἐνάτῃ τῆς πρυτανεί-
ας· ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψήφιζ[εν Ἐ]πιτέλης Ἀρεταίου Παιανιεὺς
καὶ συμπρόεδροι· vacat ἔδοξεν τῶι δήμ[ωι]· vacat
70 Νικόστρατος Δημαρέ[τ]ου Λαμπτρεὺς εἶπεν· v ἐπειδὴ Τίμ[ω]ν Τιμαρχίδου Βουτάδης χειρ[ο]-
τονηθεὶς κοσμητὴς ἐπὶ τοὺς ἐφήβους εἰς τὸν [ἐνι]αυτὸν τὸν ἐπὶ Ἐχεκράτου ἄρχον-
τος παραλαβὼν τὴν ἐ[γ]χειρισθεῖσαν ἑαυτ[ῶι πί]στιν ὑπὸ τοῦ δήμου καὶ θύσας ἐν τῷ
πρυτανείωι ἐκ τῶν ἰδίω[ν] μετὰ τῶν ἐφήβων [ἐπὶ] τῆς κοινῆς ἑστίας κατὰ τὰ ἐψηφισμ[έ]-
να τῶι δήμωι· vv θύσας δὲ κ[α]ὶ τὰς ἄλλας θυ[σία]ς τὰς ἐν τῶι ἐνιαυτῶι πάσας καὶ καλ-
75 λιερήσας ἦρξεν τὴν ἀρχὴν κατὰ τοὺς νό[μο]υς καὶ τὰ ψηφίσματα τοῦ δήμου· vv διε-
τήρησεν δὲ αὐτῶν καὶ τὴν πρὸς ἀλλ[ήλ]ους ὁμόνοιαν καὶ φιλίαν δι’ ὅλου τοῦ ἐνια[υ]-
τοῦ· v παρεστήσατο δὲ καὶ εἰς τὸ ε[ὐηκό]ους αὐτοὺς εἶναι πρὸς τὰ παραγγελ[λό]-
μενα ὑπό τε τῶν στρατηγ[ῶ]ν κα[ὶ ἑαυ]τοῦ καὶ τῶν διδασκάλων· v προενοή[θη]
δὲ καὶ τῆς τοῦ ἐλαίου θέσεως [δι’ ὅλ]ου τοῦ ἐνιαυτοῦ προτρεψάμενος τοὺς [δυ]-
80 ναμένους τῶν ἐφήβων συνε[πιδ]ο[ῦ]ναι ἑαυτούς· v ἐφρόντισεν δὲ ὁμοίως καὶ
ὑπὲρ τῶν γινομένων διόλου τοῖς [ἐ]φήβοις ἀργυρικῶν ζημιῶν ἄρας αὐτὰς καὶ ο[ὐ]-
κ ἐάσας εἰς τὸ κοινὸν συνάγε[σθ]αι διάφορον κατ’ οὐθένα τῶν τρόπων· vv ἐποιή-
σατο δὲ καὶ πρόνοιαν καὶ μάλ[ισ]τα ἔσπευσεν καὶ τοῦ διατηρηθῆναι τὴν εὐφη-
μίαν αὐτοῖς προσκαρτερῶ[ν ἐπ]ιμελῶς καὶ προσεδρεύων, εἴς τε τὰ γυμνάσι[α]
85 ἄγων αὐτοὺς καθ’ ἑκάστ[ην ἡ]μέραν καὶ ταῖς σχολαῖς παρακαθιζάνων· ἤγα-
γεν δὲ αὐτοὺς ἐνόπλους [ἐπὶ τ]ὰ φρούρια καὶ τὰ ὅρια τῆς Ἀττικῆς πλεονάκις, κα-
θάπερ αὐτῶι προσέτ[αττον] οἵ τε νόμοι καὶ τὰ ψηφίσματα τῆς τε βουλῆς καὶ
τοῦ δήμου· vv ἐφρόντισεν δὲ καὶ ἐν ἄλλοις πλείοσιν μετὰ πάσης ὁσιότητος
καὶ διετήρησεν πάντας ὑγιαίνοντας καὶ σωζομένους· v ἐποιήσατο δὲ
90 καὶ τὴν ἀπόδειξιν αὐτῶν καὶ τὸν ἀπολογισμὸν ἐν τῆι βουλῆι ὑπὲρ τῶν κατὰ
τὴν ἀρχὴν καὶ περὶ τῶν ἐν τῶι ἐνιαυτῶι γεγονότων πάντων τοῖς ἐφήβο[ις],
ἀνθ’ ὧν καὶ οἱ ἔφηβοι βουλόμενοι τιμᾶν αὐτὸν ἀξίως τῆς γεγονείας εἰς ἑαυτοὺ[ς]
εὐεργεσίας ἐστε[φ]άνωσαν αὐτὸν ἐν τῆι βουλῆι· vacat ὅπως ἂ[ν]
οὖν ἡ βουλὴ καὶ ὁ δῆμος φαίνωνται τιμῶν[τ]ες τοὺς ἀξίους τῶν ἀρχόντων καὶ γ[ίνηται φα]-
95 νερὸν ὅτι πᾶσι τοῖς καλῶς καὶ εὐσεβῶς ἀναστραφεῖσίν ἐστιν τιμηθῆναι κα[ταξί]-
ως τῶν πεπραγμένων· vv ἀγαθῆι τύχηι δεδόχθαι τῆι βουλῆι τοὺς λαχόντας <προέ|δρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματῖσαι περὶ τούτων, | γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι βουλῆι>, [ἐπαι]-
νέσαι τὸν κοσμητὴν τῶν ἐφήβων Τίμωνα Τιμ[αρ]χίδου Βουτάδην καὶ στεφανῶσ[αι]
χρυσῶι στεφάνωι κατ[ὰ τὸν] νόμον ἀρετῆς ἕνεκεν καὶ δικαιοσύνης ἧς ἔχω[ν] διετέ[λε]-
σεν εἰς τὸν δῆμον κ[αὶ] τοὺς ἐφήβους καὶ ἀν[ειπεῖν] τὸν [σ]τέφανον τοῦτ[ο]ν Διονυσ[ί]-
100 ων τε τῶν ἐν ἄστει κ[αι]νο[ῖ]ς τραγῳδοῖς καὶ Π[αναθηναίων καὶ Ἐλευ]σινίων [κα]ὶ Πτολεμαί-
ων τοῖς γυμνικοῖς ἀ[γ]ῶσιν· vv τῆς δὲ ἀν[αγορεύσεως τ]οῦ στεφ[άνου ἐπ]ιμεληθῆ-
ναι τοὺς στρατηγού[ς]· εἶναι δὲ αὐτῶ[ι καὶ ἄλλο ἀγαθὸν] εὑρέσθαι π[αρὰ τ]οῦ δήμου ὅτου
ἂν δοκῇ ἄξιος εἶναι. ἀναγράψαι δὲ τόδε [τὸ ψήφισμα τὸν γρ]αμματέα τὸν [κα]τὰ πρυτανεί-
αν εἰστή[λην λιθ]ίνην καὶ στῆσ[αι ἐν ἀγορᾶι].
105 οἱ ἐ[φηβε]ύσαντ[ες ἐπὶ Ἐχε]κράτου ἄρχον[τ]ος·
col. I.106             Ἐρεχ[θεῖδος]
— — —   — — —   — — —
— — —   — — —   — — —
— — —   — — —   — — —
110 — — —   — — —   — — —
[— — —   Διο]νυσί[ου Λαμπτρ]εύς
— — — ς Διονυσίο[υ Λαμ]πτρεύς
— — ρος Μηνοδώρο[υ Π]αμβωτάδης
[․․․․α]νδρος Ἐπαινέτ[ο]υ ἐκ Κηδῶν
115 ․․․οσθένης Ποσειδωνίου Λαμπτ[ρεύς]
․․όδικος Χαριδήμου Κηφισιεύς
[Ἡ]ρακλείδης Ἡρακλείδου ἐκ Κηδῶν
Ἀσκληπιάδης Μνησίου [Κηφ]ισιεύς
              Αἰγεῖδος
120 Θεόδωρος Θεοδώρου [ἐκ] Μυρινούττ[ης]
Ξένων Ἑρμαγόρου Ἰ[ω]νίδης
Θράσων Καλλιφάνου Ὀτρυνεύς
Ἀλέξανδρος Ἀρχ[ι]δάμου Ἐρχι[εύς]
․ε̣ρ̣․․είδης Βακχίου Ἀγρυλῆθεν
125 Δ[ημ]οκράτης Ἀρ[ι]στοδήμου Ὀτρυνεύς
              Πανδιονίδος
Δ[η]μήτριος Ἀπολλωνίου Παιανιεύς
[Αἰ]ν[ε]ίας Κολώτου Στειριεύς
Φιλιστίων Εἰρηναίου  — — —
130 Ἱέρων Καλλ[ί]ου Μυρρινούσιος
Εὐθυκράτης [Ε]ὐθυκράτους Μυρρι[ν]ούσ[ιος]
           vacat
               Λεωντίδος
Διονυσόδω[ρο]ς Κτησιφῶντος [Λ]ευκονοεύς
135 Πολύνι[κ]ος [Δι]ονυσοδώρου Ὑβάδης
Σωφάνης [Σ]ωφάνου Δειραδιώτης
Ἀρ[ί]στων Ζήνωνος Ὑβάδης
Φι[λ]όμηλος [Ε]ὐμάχου Χολλείδης
Διονύσιος Διονυ[σί]ου Σκαμβωνίδης
140 [Ἀ]μύκλας Πολυαινέτου Σκαμβωνίδης
             Πτολεμαιΐδος
Ἑρμογένης Ἑρμοδώρου Αἰγιλιεύς
[Ἰ]σιγένης Ἀσκληπιά[δ]ου Ἀφιδναῖος
col. II.106 — — —    — — —    — — — ς
— — —    — — —    — — — ς
— — —    — — —    — — — εύς
— — —    — — —    — — — ς
110 — — —    — — —    — — — ς
[— — —    — — —    — — — ῆ]θεν
[— — —    — — —    Φ]λυεύς
           [Ἀκαμαντίδος]
[— — —    — — —    Χολα]ργεύς
115 [Ἀ]ρίστων Μνησίππου Εἰτ[εαῖ]ο̣ς
[Θ]έρσων Θέρσωνος Κεφα[λῆ]θεν
[Φι]λόξενος Ἀριστόνου Σ[φή]ττιος
[Θε]όδωρος Θεοδώρου Χ[ο]λαργεύς
[Διον]ύσιος Ἐργοχάρου [ἐκ] Κεραμέων
120 — — ρος Εὐθυμάχ[ο]υ ἐκ Κεραμέων
— — — ς Ἀρατογένου Κικυννεύς
— — — ας Ἀριστοφάνου Χολαργεύς
                [Οἰν]εῖδος
Τιμοκρ[άτη]ς Ἀστυνόμου Φυλάσιος
125 Φίλων Φ[ί]λωνος Περιθοίδης
Αἰσχρί[ω]ν Νικομάχου Κοθωκίδης
Ἀριστ[ών]υμος Ποτίτου Ὀῆθεν
Ἀμυνόμ[α]χος Τιμομάχου Ἀχαρνεύς
Δημοκλ[ῆ]ς Ἡρακλείδου Θριάσιος
130 Θεόφιλος Ἄρχοντος Ὀῆθεν
Στράτων Ἀριστοδήμου Ἀχαρνεύς
Κλεόμαχος Δίωνος Περιθοίδης
              Κεκροπίδος
Μένανδρος Δ[ι]οσκουρίδου Συπαλήτ[τιος]
135 Σωκλῆς Ζηνομένου Ξυπεταιών
          Ἱπποθωντίδος
Λέων Π̣υθώνακτ[ο]ς Ἀζην[ιεύς]
Φιλώνυμος Ἀπ[ολ]λοδώρου   — — —
Θεόπομπος Ἀπο[λλο]δώ[ρου   — — —]ε
140 Εὐπόλεμος Ἐπινί[κου   — — —]ος
Μένανδρος Αἴσ[χρωνος Ἀ]ζηνιε
Διονύσιος Ἀνθ[— —   Πει]ραιε
Πόπλιος Αὔλου [— —]αιεύς
col. III.106 Εὐβουλίδης Ἀρίστωνος ἐ[κ Κο]ίλης
Σιλανὸς Εὐσθένου Κειριά[δη]ς
Χαιρίων Φαιδρίου Ἐλαιού[σιο]ς
Ἀριστόξενος Πινδάρου Πειρα[ε]ύς
110 Ποσείδιππος Ποσειδίππου Θυ[μα]ι[τάδης]
               Αἰαντίδος
Διότιμος Ζηνίωνος Μαραθώ[νι]ος
Θεόδωρος Χαρικλέους Φαλ[ηρε]ύς
Σωσθένης Σω[σιγέ]νου Μαραθώ[ν]ιος
115 Εὐθυμένης Διοφάντου Τρικορ[ύ]σι[ος]
Διονύσιος Ἀγαθοκλέους Φαληεύς]
Δοσίθεος Πλουτάρχου Ῥαμν[ούσιος]
Μένυλλος Σωσικράτου Ῥαμν[ούσιος]
Μνασέας Δημέου Ῥαμνούσι[ος]
120 Νουμήνιος Ἀφροδισίου Μαρα[θώνιος]
Ζήνων Ἀρίστωνος Μαραθ[ώνιος]
Βάκχιος Ἀπολλωνίου Μαρ[αθώ]νι
Φιλιστίδης Φιλιστίδου Ῥ[αμ]νούσ
Ἀγανόφρων Ἀγαθοκλέο[υς Φ]αλη
125 Ἀντισθένης Διογένου Μ[αρ]αθώνι
Δικαιΐδης Δικαιΐδου [Ῥα]μνούσι
Νικόμαχος Δοκίμο[υ] Μαραθώνι
Ἀντίπατρος Διονυ[σί]ου Τρικορύσι
Νικόστρατος Ἀρι[στί]ωνος Φαλη
130             Ἀντιοχί[δ]ος
Ἀνδρόνικος ․․․․γόνου Ἀναφλύστι
Μνησικλῆ[ς Ἀρ]ίστωνος Ἀμφιτρο
Γοργίας Δ[ιο]νυσίου Παλληνεύς
— — τος Διονυσίου Παλλη
135 — — — ς Λεπτίνου Σημαχίδη
[— — μ]ήδης Εὐδήμου Εἰτεαῖος
              Ἀτταλίδος
Ἀριστεὺς Σωσικλέους Σουνιεύς
Μηνόδωρος Διοκλέους Τυρμεί
140 Δάμων Ἀπολλοδώρου Ἀθμονεύς
Ἀθηνίων Ἀθηνίωνος Τυρμείδης
Σώπατρος Σωπάτρου Κορυδαλ
Δημοφῶν Δημητρίου Τρινεμε
col. Ia.144  ἡ βουλὴ καὶ ὁ δῆμος
     in corona:
145        τοὺ[ς]
       ἐφ[ή]-
       βου[ς]
col. Ic.144       ἡ βουλὴ
     in corona:
145      τὸν γραμ-
       ματέα
     Ἐπίστρα-
     τον Περι-
      θοίδην
col. Ia.148      ἡ βου[λὴ]
     in corona:
149 [τὸν παι]δοτ[ρ]-
150      ίβην [Τι]-
     μοκρά[την]
     Ἁλιμ[ού]-
       σιο[ν]
col. Ic.150 [ἡ βουλὴ τὸν ὁπλομάχον]
     in corona:
151      Ἡρόδ[ο]-
      τον Εἰ-
      τεαῖον
col. Ia.154  ἡ βουλὴ τὸν τοξό-
155            την
    in corona:
156       Ζώπυ-
      ρον Αἰ-
       ξωνέ-
        α
col. Ib.154  ἡ βο[υλὴ τὸν]
155    [ἀφέτην]
  in corona:
156     Καλλί-
   αν Αἰ[γι]-
     λιέ-
      α
col. Ic.154 [ἡ βουλ]ὴ τὸν
155 [ἀκοντισ]τὴν
 in corona:
156 [Δημόστρα]-
[τον Συ]πα-
  λήττι[ον]·
 ἡ βουλὴ τὸν
160 [ὑπηρέτην]
 in corona:
161    Διόδω-
   ρον Ἀ-
   ζηνιέα
col. II.144                          ξένοι
145 Σίμα[λο]ς Σιμάλου Ταραντῖ
Ἰσί[δ]οτος Σωσιγένου Τερμεσ
Ἐπιγένης Ἱππονίκου Ἰουλιή
Ζήνων Μόσχου Ἀσκαλωνί
Βόηθος Γλαυκίου Ἀντιοχεύς
150 Μενέλαος Δημητρίου Μιλήσι
Ἀντίπατρος Ἡρακλεώτης
Ἡράκλειτος Θεζότου Ταναγρ
Σωσικράτης Μιλήσιος
Ἀρ[τέ]μων Δημητρίου Μιλήσι
155 Ἀμύντας[μύ]ντου Ἀντιοχ
Μάαρκος Λ[— — —  Ῥωμ]αῖ
Ἀπολλώνιο[ς   — — —  Ἀν]τιο
Ζωΐλος Λε — —    — — — ος
[Λ]εύκιος Λ — —    — — —
160 Νικόδη[μος    — — —    — — —]
col. III.144 Μενεκράτης Μενεκράτου Σολε
145 Ἀμμώνιος Ζωπύρου Μιλή
Θεόφραστος Μιλήσι
Ἀμμώνιος Διοδώρου Κ․․․εύς
Θεόδωρος Πολυξένο[υ Ἀ]ντιο[χ]
Λεωσθένης Ὀλύμπ[ου] Μαρων
150 Σῶσος Δημητρ[ίου Κ]υρηναῖο[ς]
Θεόφιλος Ἡρακ[λεί]δου Μιλήσ
Διονύσιος Δ[ι]ον[υ]σίου Μαρων
Νικάνωρ Ἰάσονος Λαοδικεύς
Ἀφροδίσιος Εὐπόρου Σινωπεύς
155 Θεόφραστ[ο]ς Δίου Μιλήσιος
Δέκομ[ος Δ]εκ[ό]μου Ῥωμαῖος
Διονύ[σιος Δι]φίλου Νεαπολί
Θε[— —   — — —   — — πο]λ̣ί̣τ̣ης
— — —    — — — ς Τενέδιος
160 — — — ς Ἰσιδώρου Κλαζομ
— — — ος Ἀττά[λ]ου Λαοδικε
— — — ς [Ἀ]ττάλου Ἀράδιο[ς]
— — —    — — — α Τριπολίτη[ς]
[— — —    — — —   Τ]ριπολίτης
Search Help
Contact Us