Honorific decree for judges from Karystos. Lower part of a stele of white marble.
[ ]
Thess. (Pelasgiotis) — Krannon — ca. 150-100 BC — BCH 59 (1935) 71, 4 — Egnatia 7 (2003) 22-23 (prov.)
| [— — — — — ἐπαινέσαι δὲ καὶ στεφανῶ]- | |
| [σαι τὸν δῆμον τὸν Καρυστίων ἀρετᾶς] | |
| [ἕνεκα καὶ εὐνοίας τῆς πρὸς τοὺς Κραννωνίους] | |
| 1 | [διὰ τὸ ἄνδρας καλοὺς κἀγαθοὺς] ἐξαπο- |
| [στεῖλαι — — — c.15-17 — — —]ΟΛ̣ΗΝ· ἐπαινέ- | |
| [σαι δὲ καὶ τοὺς δικασ]τὰς τοὺς ἐξαπεσσ- | |
| [ταλμένους — — — — —]ον Ἀριστοφίλου, Χαιρέ- | |
| 5 | [— — — — —]οκρίτου, Ἀμφικλῆν 〚—〛 Ἀμφ[ι]- |
| [— — καὶ τὸ]ν γραματῆ {²⁶γραμματῆ}²⁶ αὐτῶν Ἀριστόφιλο[ν] | |
| [— — —]ονος ἐπὶ τῆι ἀναστροφῇ ᾗ πεποίην- | |
| [ται ἐ]ν τῇ παρεπιδημίαι καὶ ἐπὶ τῶι διαδικά- | |
| σαι δικαίως καὶ δεδόσθαι αὐτοῖς καὶ ἐγκό- | |
| 10 | νοις {²⁶ἐκγόνοις}²⁶ προξενίαν, πολιτείαν, ἐπινομίαν, ἀσ- |
| φάλειαν πολέμου καὶ εἰρήνης καὶ τἆλλα τί- | |
| μια πάντα ὅσα καὶ τοῖς λοιποῖς προξένοις· | |
| καὶ τὸν ταμίαν τῆς πόλεως Φιλόλαον Πειθο- | |
| λάου προνοηθῆναι ὅπως ἀναγραφῇ τόδε τὸ ψή- | |
| 15 | φισμα εἰς κίονα λιθίνην καὶ [ἀν]α̣θεῖναι ἐν τῷ |
| ἱερῶι τοῦ Ἀσκλ[η]πιοῦ· προνοηθῆναι δὲ καὶ το[ὺ]ς | |
| ταγοὺς τοὺς περὶ Ἡγησάρετον, ὅπως διαπ[ο]- | |
| σταλῇ τόδε τὸ ψήφισμα εἰς Κάρυστον πρὸς τ[ήν] | |
| τε βουλὴν καὶ τὸν δῆμον καὶ παρακαλέσαι | |
| 20 | τὸν δῆμον ὅπως ἀναγραφῇ εἰστήλην λιθίνην |
| καὶ σταθῇ ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Πυθίου. |