[ ] Cyrenaica — Ngarnes — 1st c. BC
1 — —
— —
— —το— —
— —απλε— —
5 — —σ̣τεγα— —εινο— —
— —ν— —δ— —τ— —
— —η— —
․ε̣υ̣σεβε̣․․․․․ επ— —
τ̣αιπαγαι․․․ειτα․․․α̣σ․․․․ι̣μ.
10 φιλότιμον ἦμεν· [ἐ]γγράψα[ι δὲ] αὐ-
τὸν καὶ ἐς τὸς ἱαρεῖς τῶ Διονύσ[ω]
ἱαρατευκότα· ἦμεν δὲ αὐτὸν κα[ὶ]
ἀλειτούργητον καὶ ἀπό τ’ ἔργων
τῶν πρὸς τὰν κώμαν ἀνηκό<ν>των
15 πάντων· δόμεν δὲ αὐτῶι καὶ ἐπιγρά-
ψαι τὸν σιτῶνα ἐπιγραφάν, ἃν ἂν αὐ-
τὸς προαιρῆται. τοὶ δὲ πολιανό-
μοι τὸ ψάφισμα ἐγγραψάτωσαν
εὐσάμως ἐς τὰν κοινὰν τὰν
20 τᾶς κώμας συν̣θήκαν, ὅπως κα[ὶ]
τοὶ λοιποὶ θεωρέντες τὰν τ̣ᾶ[ς]
κώμας εὐχαριστίαν ποτὶ τὸς
ἀγαθὸς τῶν ἀνδρῶν φιλοστόρ-
γως ἔχωσι τὰ πρὸς αὐτάν.
25 Λευκαὶ νγʹ.
Search Help
Contact Us