[ ]
Cyrenaica — Cyrene — 103 AD
| 1 | ἀγαθῇ τύχῃ. |
| (ἔτους) ρλγʹ. Ἴσιδι καὶ Σεράπιδι | |
| ἀγαθὸς δαίμων νεωκόρος ἀνέθη(κε). | |
| ἐγὼ τύραννος Εἶςις αἰῶνος μόνη | |
| 5 | πόντου τε καὶ γῆς τέρμονάς τ’ ἐπιβλέπω |
| καὶ σκῆπτρ’ ἔχουσα καὶ μί’ οὖσ’ ἐπιβλέπω. | |
| καλοῦσι δή με πάντες ὑψίστην θεόν, | |
| πάντων μεγίστην τῶν ἐν οὐρανῶι θεῶν. | |
| αὐτὴ γὰρ εὗρον πάντα καὶ εἱλόμην πόνον. | |
| 10 | γραφὴ δ’ ἐπὶ σφραγεῖσι δηλώσει σαφὴς |
| δεικνῦσα τἀμὰ πᾶσιν ἐξευρήματα, | |
| ἃ καὶ βροτοῖς ἔδειξα καὶ καρποὺς βίου. | |
| πόλεις τε σεμνοῖς περιβόλοις ἐτείχισα | |
| βροτοῖς τ’ ἔνειμα ταῦτα τρανῶς εἰδέναι. | |
| 15 | ἐμοῦ δὲ χωρὶς γείνετ’ οὐδὲν πώποτε, |
| οὐδ’ ἄστρα γὰρ φοιτῶσι τὴν αὐτὴν ὁδόν, | |
| ἂν μὴ ἐξ ἐμοῦ λάβωσιν ἐντολ̣[ὰς πάρος] | |
| οὐ μή τε γαῖα καρπὸν ἦρι [τέξεται], | |
| ἂν μὴ ἐπινεύσω πάντ[α τ’ αὐξήσω καλῶς]. | |
| 20 | τίς ἂν δύναιτο τἀμ̣[ὰ καταβαλεῖν κράτη] |
| ἤ τις μαρᾶναι [τῶν ἐμῶν ἔργων σθένος]; | |
| τὰ μὲν βίος — — — — — — — — — — — — — — — — — | |
| τὸ πᾶν — — — — — — — — — — — — — — — — — — — — — |