[ ]
Aeg. Isl. — Thasos — 2nd/1st c. BC — BCH 77 (1953) 426-443
| 1 | Λαμψακηνῶν· |
| Λαμψακηνῶν στρατηγοὶ Θασίων ἄρχουσι | |
| χαίρειν· εἰ ἔρωσθε, τὸ δέον ἂν εἴη, καὶ ἡμεῖς | |
| δὲ ὑγιαίνομεν. τῶν γεγονότων | |
| 5 | φιλανθρώπων παρ’ ἡμῖν τῶι πολίτῃ ὑμῶν |
| Διονυσοδώρωι Πεμπίδου | |
| ἐξαπεστάλκαμεν τὰ ἀντίγραφα | |
| ὑποτάξαντες ὑπὸ τὴν ἐπιστο<λ>ήν. | |
| πρυτανεύοντος Πριάπου Ἐπιφανοῦς, | |
| 10 | ψηφίσματα ἐκ βουλῆς· Ἡραιῶνος· ἔδοξεν |
| τῇ βουλῆι καὶ τῶι δήμωι· Ἵππων Μνησιθέου | |
| ἐγραμμάτευεν, Διονύσιος Ληναίου εἶπεν· | |
| ἐπεὶ Διονυσόδωρος Πεμπίδου Θάσιος | |
| ἐκτενῆ καὶ πρόθυμον ἑαυτὸν εἰς τὰ τοῦ δῆμου | |
| 15 | παρασκευάζει πράγματα, συναντιλαμβάνετα<ι> |
| δὲ καὶ τοῖς κατ’ ἰδίαν ἑαυτοῦ ποιουμένο<ι>ς χρείαν, | |
| καθότι περὶ τούτων διαμεμαρτύρηται, | |
| ἀπεφαίνοντο δὲ πλείονες καθηκόντως ἂν | |
| τιμηθῆναι αὐτὸν προξενίαι, ἐν δὲ τῶι νόμωι | |
| 20 | γέγραπται, ἐάν τινα βούληται ὁ δῆμος |
| τιμῆσαι προξενίαι καὶ προστάξηι τῆι βουλῇ | |
| ψηφισάμενος ἐγ κυρίαι ἐκκλησίᾳ, τὴν βουλὴν | |
| προβουλεύειν· δεδόχθαι τῇ βουλῆι | |
| καὶ τῶι δήμωι τὴν βουλήν, προβουλεύσασαν | |
| 25 | καθ’ ὃ τιμηθήσεται προξενίαι Διονυσόδωρος, |
| ἐξενεγκεῖν εἰς ἐκκλησίαν, συντελεῖσθαι δὲ | |
| ὡς ἂν τῶι δήμωι δόξηι. πρυτανευούσης | |
| Ἀφροδίτης Ἐπιφανοῦς, ψηφίσματα | |
| ἐκ βουλῆς· Ἀπατουριῶνος· ἔδοξεν | |
| 30 | τῶι δήμωι· Παιώνιος Ἰφίτου ἐγραμμάτευεν, |
| γνώιμη τῆς βουλῆς· ἐπεὶ ἐψηφίσατο | |
| ὁ δῆμος τὴν βουλήν, προβουλεύσασαν | |
| καθ’ ὃ τιμηθήσεται προξενίαι Διονυσόδωρος, | |
| Πεμπίδου Θάσιος ἐξενεγκεῖν εἰς ἐκκλησίαν, | |
| 35 | συντελεῖσθαι δὲ ὡς ἂν τῶι δήμωι δόξηι, |
| δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι εἶναι | |
| πρόξενον τῆς πόλεως τῆς Λαμψακηνῶν | |
| Διονυσόδωρον Πεμπίδου Θάσιον καὶ ἐξεῖναι | |
| αὐτῶι ἀφικνεῖσθαι εἰς Λάμψακον ἀσυλεὶ | |
| 40 | καὶ ἀσπονδεὶ καὶ ἐν εἰρήινηι καὶ ἐμ πολέμωι |
| καὶ δίκας ἴσχειν προδίκους· ὑπάρχειν δὲ | |
| αὐτῶι καὶ ἔφοδον ἐπί τε τὴν βουλὴν | |
| καὶ τὸν δῆμον πρώτωι μετὰ τὰ ἱερά· | |
| δεδόσθαι δὲ αὐτῶι καὶ τὰ λοιπὰ φιλάνθρω- | |
| 45 | πα ὅσα καὶ τοῖς ἄλλοις προξένοις ὑπὸ |
| τοῦ νόμου συγκεχώρηται. |