[ ] Aeg. Isl. — Lesbos: Mytilene — stoich. 35 — ca. 340-330 BC — AD 29 B3 (1973/74) 855-865 — ZPE 63 (1986) 109-119
                               {²vacat}²
1 [ἔγ]νω βόλλα καὶ δᾶμος· περὶ τῶν ο̣ἰ̣ #⁷[․․․․․]
[ε]ἰ̣σάγηνται ὤς κεν οἰ πόλιται οἴκει̣[εν τὰμ π]-
[ό]λ̣ιν ἐν δαμοκρατίαι τὸμ πάντα χρόνον̣ [ἔχον]-
[τ]ες πρὸς ἀλλάλοις ὠς εὐνοώτατα, τύχαι ἀγ̣[άθ]-
5 αι· εὔξασθαι μὲν τὰμ βόλλαν καὶ τὸν δᾶμον τ̣[ο]-
ῖς θέοισι τοῖς δυοκαίδεκα καὶ τῶι Διὶ τῶι Ἠ-
ραίωι καὶ Βασίληι καὶ Ὀμονοίωι καὶ τᾶι Ὀμο-
νοίαι καὶ Δίκαι καὶ Ἐπιτελείαι τῶν ἀγάθων̣
αἴ κε συνενίκει τῶι δάμωι τῶι Μυτιληνάων τ-
10 ὰ̣ δόξαντα, θυσίαγ καὶ πρόσοδομ ποήσασθαι τ-
ε̣λειομένων τῶν ἀγάθωγ κατ ὄττι κε τῶι δάμω
φ̣αίνηται· ταῦτα μὲν ηὖχθαι· ἀγάθαι δὲ τύχαι
τῶ δάμω τῶ Μυτιληνάων, ἐψάφισθαι τᾶι βόλλα
καὶ τῶι δάμωι· αἰ μέγ κέ τις δίκας γενομένας
15 κατ τὸν νόμον φύγηι ἐκ τᾶς πόλιος ἢ ἀπυθάνη,
[χ]ρ̣ῆ̣σθαι τῶι νόμωι· αἰ δέ κε ἄλλον τινα τρόπο-
Μυτ]ι̣λ̣ηνάων ἢ τῶγ κατοικέντων ἐμ Μυτιλήν-
[αι ἐπὶ προ]τ̣άνιος Δίτα Σαωνυμείω σύμβαι ἀτ-
[ιμασθέντα φυγ]α̣δεύθην ἐκ τᾶς πόλιος ἢ ἀπυθ-
20 [άνην ․․․․]ν̣τ̣ας χρήματα τ̣[ού]τ̣ων τινὶ
[․․․․․․․․․․․․]․Τ̣ΑΣ.
Search Help
Contact Us