[ ] Aeg. Isl. — Lesbos: Mytilene — ca. 440-410 BC? — IG XII,2 1 — ZPE 55 (1984) 115-132 (A.J. Heisserer); cf. ZPE 60 (1985) 165-170 (H. Engelmann) — SEG 33.665 (with add. biblio.)
See also:
1 [․․․7․․․]ε[․․․․․․․․18․․․․․․․․ ὄττι]
[δέ κε αἰ]πόλις [ἀ]μ̣φότ[εραι διὰ συνθήκα]-
[ς προς] γράφωισι εἰς ταὶ̣[ς στάλλαις ἢ ἐ]-
[κκόπ]τωισι, κύ[ρ]ιον ἔστω· τ̣[ὸν δὲ κέρναν]-
5 [τα τὸ] χρύσιον ὑπόδικον ἔμ̣[μεναι ἀμφο]-
[τέρ]αισι ταῖς πολίεσσι· δικ̣[ά]σ̣[ταις δὲ]
[ἔμ]μεναι τῶι μὲν ἐμ Μυτιλήναι κ̣[έρναν]-
[τι] ταὶς ἄρχαις παίσαις ταὶς ἐμ Μ[υτιλ]-
ή̣ναι πλέας τῶν αἰμίσεων, ἐμ Φώκαι δ[ὲ τ]-
10 αὶς ἄρχαις παίσαις ταὶς ἐμ Φώκαι πλ[έ]-
ας τῶν αἰμίσεω[ν]· τὰν δὲ δίκαν ἔμμεναι
ἐπεί κε ὠνίαυτος ἐξέλθηι ἐν ἒξ μήννε<σ>-
σι· αἰ δέ κε καταγ[ρέ]θηι τὸ χρύσιον κέρ-
ναν ὐδαρέστερ̣ο[ν] θέλων θανάτωι ζαμι-
15 ώσθω· αἰ δέ κε ἀπυφ[ύ]γηι μ[ὴ] θέλων ἀμβρό-
την, τιμάτω τὸ̣ δικαστήριον ὄττι χρὴ· α-
ὖτ<ο>ν πάθην ἢ κατθέ[μ]εναι· ἀ δὲ πόλις ἀναί-
τιος καὶ ἀζάμιος [ἔσ]τω· ἔλαχον Μυτιλή-
ναοι πρόσθε κόπτην· ἄρχει πρότανις ὀ
20 πεδὰ Κόλωνον, ἐΦ]ώκαι δὲ ὀ πεδὰ Ἀρίστ̣-
αρχον.
Search Help
Contact Us