[ ]
Aeg. Isl. — Amorgos: Minoa — later 3rd c. BC — PAAH (1981) 315-316 — BE (1984) 312 (p. 468)
| 1 | ἔδοξεν τῶν πολιτῶν το[ῖ]ς ἀλειφομένοις· |
| ἐπειδ̣ὴ Α̣ἰ̣νη̣σικράτης Ἑρμοκράτου γινόμενος | |
| γυμ̣ν̣ασίαρχος ἴσως καὶ δικαίως τῶν ἀλειφο- | |
| μέ̣νων πρ̣οέ̣σ̣τ̣η̣ ἀκόλουθος γινόμενος | |
| 5 | τῶι̣ [κ]οι[ν]ῶι [— —]ω[ς] καὶ τῆι πρὸς τοὺς πολί- |
| τας ε̣ὐ̣ν̣ο̣ί̣αι, τὴ̣ν̣ πλ̣ε̣ίστην δὲ ποιούμε- | |
| νος ἐ̣κ̣τένειαν τῆς εὐκοσμίας τοῦ γυ- | |
| μνασίου καὶ τῆς τῶν ἀλειφομένων ἐπιμε- | |
| λείας δ̣ι̣’ ὅλης τῆς ἀρχῆς ἀνεστράφη πρεπόν- | |
| 10 | τως, ἄξ̣ιος γινό̣μενο̣ς τῆς τῶν προγόνων ἀρετῆς |
| καὶ φιλαγαθίας τῆς εἰς τὸ γυμνάσιον ὡς [ἐ]- | |
| πεὶ [ὢ]ν̣ ἐ̣ν τοῖ̣ς ἐζηλωκόσιν ἀπὸ τῆς πρώτης ἡλι- | |
| κίας τὰ βέλτιστα καὶ πρὸς εὐεργεσίαν πόλεως ἀνατ[ι]- | |
| θέναι προνοουμένων τὴν ἰδία̣ν αἵρεσιν ἐφ’ οἷς ἔπαινος. |