[ ]
Aeg. Isl. — Paros: Mon. Katapoliani — ca. 175-150 BC — Chiron 13 (1983) 283-368
| 1 | τάδε συνέγραψαν καὶ εἰσήνεγκαν οἱ αἱρεθέντες |
| ὑπὸ τοῦ δήμου Κλεοθάρσης ∶ Σιληνοῦ ∶ Χάρης | |
| Κρατιστόλεω ∶ Εὐκράτης ∶ Κρίτωνος ∶ περὶ τῶν | |
| γραμμάτων τῶν μνημονικῶν τῶν τε ἀνενη- | |
| 5 | νειγμένων εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ τῆς |
| Ἀρτέμιδος καὶ τῆς Λητοῦς καὶ περὶ τῶν εἰς τὸν λ[οι]- | |
| πὸν χρόνον ἀνενειχθησομένων ∙ ὅσα μὲν ὑπό τι̣- | |
| ϝων ἠδίκηται ∶ ἢ ἐξαλήλειπται ἢ ἐγγέγραπται | |
| τῶν γραμμάτων τῶν μνημονικῶν τῶν ἀνενη- | |
| 10 | νειγμένων εἰς τὸ ἱερόν, περὶ μὲν τούτων τῶν |
| γεγενημένων ἀδικημάτων ποιήσασθαι | |
| τοὺς ἄρχοντας τοὺς περὶ Νικησιφῶντα καὶ | |
| τοὺς ἱερεῖς τοὺς δημοτελεῖς ἀράν ∙ εἴ τις τῶν | |
| γραμμάτων τῶν ἐν τῶι ἱερῶι τῶν μνημονικῶν | |
| 15 | τῶν ἀνενηνειγμένων ἠδίκηκέ τι ἢ ἐξαλήλι- |
| φέ τι ἢ ἐγγέγραφε ἀφ’ οὗ ἀνηνείχθη εἰς τὸ ἱερόν, | |
| ἐξώλη εἶναι αὐτόν, καὶ εἴ τις συνειδὼς μὴ μη- | |
| νύσειεν πρὸς τοὺς ἄρχοντας καὶ τὸν ἀποδέ- | |
| κτην τὸν ἐπιμελόμενον τοῦ ἱεροῦ, ὡσαύτως δὲ | |
| 20 | [κ]αὶ εἴ τις εἰς τὸν λοιπὸν χρόνον ἀδικήσειέ τι ἢ ἐ- |
| [ξ]αλείψειεν ἢ ἐνγράψειεν τῶν μνημονικῶν | |
| [γρ]αμμάτων τῶν ἀναφερομένων εἰς τὰ ἱερά, ἐξώ- | |
| [λ]η εἶναι αὐτὸν καὶ εἶ τις συνειδὼς μὴ μηνύ- | |
| σειεν ∙ εἶναι δὲ καὶ ὑπεύθυνον εἶ τίς τι ἠδίκη- | |
| 25 | κεν τῶν γραμμάτων τῶν μνημονικῶν τῶν ἐν |
| τῶι ἱερῶι τῶι βουλομένωι Παρίων τὸν πάντα | |
| χρόνον ἄτερ ἀντιγραφῆς, ὁ δὲ γραφόμενος περὶ | |
| π̣άντων γραφέσθω δημοσίαν δίκην κατὰ τὸν νό̣- | |
| μον πρὸς τὸμ βασιλέα τίμημα ἐπιγραφόμενος | |
| 30 | τί χρὴ παθεῖν ἢ ἀποτεῖσαι, ὡσαύτως δὲ καὶ ἐὰν |
| ὕστερον ἀδικήσαντός τι περὶ τὰ γράμματα βού- | |
| ληταί τινα γράφεσθαι ∙ ὅπως δὲ καὶ εἰς τὸ δυνατὸν | |
| μηθὲν γίνηται ἀδίκημα εἰς τὸν λοιπὸν χρόνον, | |
| εἰ δὲ μή, ἔλεγχος ἦι καὶ δι’ ἀντιγράφων, τοὺς μνή- | |
| 35 | μονας τοὺς ἐπὶ Νικησιφῶντος ἄρχοντος ἀνα- |
| γράψαι εἰς βυβλία ἀντίγραφα πάντων τῶν μνημο- | |
| νικῶν γραμμάτων ὧν ἀναφέρουσιν εἰς τὸ ἱερὸν τοῦ | |
| Ἀπόλλωνος καὶ τῆς Ἀρτέμιδος καὶ τῆς Λητοῦς | |
| καὶ παραδιδόναι αὐτοὺς τοῖς ἄρχουσιν ὅταν καὶ | |
| 40 | τὰ ἄλλα μνημονικὰ παραδιδῶσιν τῶι τε ἀποδέκτει |
| καὶ τῶι μνήμονι καὶ τὸν ἄρχοντα ἀπογράφειν εἰς | |
| τὸ δημόσιον παραδεδωκότα καὶ τοῖς ἄρχουσιν καθά- | |
| περ καὶ ἐκεῖνα, τοὺς δὲ ἄρχοντας παραδοῦναι τῶι ἀ̣- | |
| ποδέκτει τῶι ἐπιμελομένωι τῶν κατὰ πόλιν παρα- | |
| 45 | λαβόντας παρὰ τῶν μνημόνων, τὸν δὲ ἀποδέκτην |
| θέσθαι τὰ γράμματα εὐθέως παρόντων τῶν ἀρχόν- | |
| των εἰς τὸ ἱερὸν τῆς Ἑστίας ἐμβαλόντα εἰς τὴν κι- | |
| βωτὸν τὴν οὖσαν ἐν τῶι ἱερῶι· εἰς ἀνάλωμα δὲ | |
| τούτων τοῖς μνήμοσιν δοῦναι τοὺς ἄρχοντας | |
| 50 | τοὺς περὶ Νικησιφῶντα ἀπὸ τῶν πρυτανείων ἑ- |
| κάστωι δραχμὰς ∶ΔΔΔ̣, τὸ μὲν ἥμυσυ ἐν τῶι Θαργη- | |
| λιῶνι, τὸ δὲ ἥμυσυ ἐν τῶι Ἀπατοριῶνι ∙ εἰς δὲ τὸν λοι- | |
| πὸν χρόνον τὸμ μετὰ Νικησιφῶντα ἄρχοντα τοὺς | |
| μνήμονας τοὺς γινομένους τὰ μὲν ἄλλα γράμμα- | |
| 55 | τα ὅσα ἂν παραλάβωσιν παρὰ τῶν πρότερον μνημό- |
| νων ἀναγράψαντας παραδιδόναι τῶι ἀποδέκτει | |
| εἰς τὸ Πύθιον κατὰ τὸν νόμον ∙ ὅσα δ’ ἂν ἐφ’ αὐτῶν οἰ- | |
| κονομηθεῖ πάντα καὶ τὰ δοθέντα αὐτοῖς γεγραμ- | |
| μένα ἐν ὑπομνήμασιν, ταῦτα δὲ αὐτὰ καθ’ αὐτὰ | |
| 60 | ἀναγράψαντες ἑξῆς κατὰ μῆνα παραδιδόντων |
| τῶι τε ἀποδέκτει τῶι ἐπιμελομένωι τῶν τοῦ Πυθίου | |
| καθάπερ καὶ τὰ ἄλλα γράμματα καὶ τοῖς ἄρχουσιν | |
| ὡς γέγραπται καὶ περὶ τούτων διοικεῖν καθὰ ἐπάνω | |
| γέγραπται ∙ εἰς ἀνάλωμα δὲ τούτοις τοῖς μνήμοσι | |
| 65 | δίδοσθαι ὅ τι ἂν ἐν τῆι διατάξει γραφεῖ ∙ ὅπως δὲ καὶ ἐ- |
| άν τις βούληται τῶν γραμμάτων τῶν ἐν τῶι ἱερῶι | |
| τῆς Ἑστίας ἐπισκοπεῖν ἐξεῖ αὐτοῖς, ἐάν τις φῆι μὴ | |
| ὡσαύτως ἀναγεγράφθαι τοῖς ἐν τῶι Πυθίωι γράμμ[α]- | |
| σιν τὰ ἐν τῶι τῆς Ἑστίας, τοὺς μὴ φαμένους δηλοῦν | |
| 70 | τοῖς ἄρχουσιν ἐγ κυρίαι ἐκλησίαι ἀκούοντος τοῦ δή- |
| μου ὃ ἂμ μὴ φῆι εἶναι ὡσαύτως ἀναγεγραμμένον | |
| τοῖς ἐν τῶι Πυθίωι γράμμασιν, τὸν δὲ ἀποδέκτην τῆι | |
| πέμπτει ἱσταμένου ἀνοίξαντα τὸ ἱερὸν ἐπιδεικνύ- | |
| ειν παρόντων τῶν ἀρχόντων, ἔξω δὲ τοῦ ἱεροῦ μὴ ἐ- | |
| 75 | ξεῖναι φέρειν τῶν βυβλίων μηθὲν μηδὲ οἱ ἄρχοντες |
| μηδὲ ὁ ἀποδέκτης ἐώντων, ἀλλὰ παρόντων αὐτῶν | |
| τὴν ἐπίσκεψιν γίνεσθαι, ὑπευθύνους δ’ εἶναι τοὺς | |
| ἄρχοντας καὶ τὸν ἀποδέκτην, ἐάν τι ἀδικήσωσιν πε- | |
| ρὶ τὰ γράμματα ἢ τὴν ἐπίσκεψιν τῶν γραμμάτων κα- | |
| 80 | [τὰ τ]ο̣ὺς νόμους, εἶναι δὲ ὑπεύθυνον καὶ ἐάν τις ἀδι- |
| [κ]ήσει τι περὶ τὰ γράμματα τὰ ἀναφερόμενα εἰς τὸ ἱε- | |
| ρὸν τῆς Ἑστίας [καθά]π̣ε̣ρ̣ γ̣έ̣γ̣ρ̣απται ἐάν τις ἀδική- | |
| σει περὶ τὰ γράμματα τ̣[ὰ μνη]μ̣ονικὰ τὰ ἐν τῶι Πυθίωι ∙ | |
| ὅπως δὲ καὶ, ἐὰν δόξει τῶι δήμωι τ̣[ῶι]δ̣ε τῶι συγγράμ- | |
| 85 | ματι χρᾶσθαι, φανερὸν ἦι πᾶσιν, τὸν ἀπο̣δ̣έκτην τὸν ἐ- |
| πιμελόμενον τῶν κατὰ πόλιν Σωκλείδην ἀναγρά- | |
| ψαντα εἰς στήλην λιθίνην τὸ σύγγραμμα τοῦτο | |
| θεῖναι παρὰ τὸ ἱερὸν τῆς Ἑστίας, τὸ δὲ ἀνάλωμα δοῦ- | |
| ναι αὐτὸν εἰς τὴν ἀναγραφὴν καὶ τὴν στήλην | |
| 90 | ἀπὸ τῶν προσόδων ὧν ἐγλέγει. |