[ ]
Att. — non-stoich. — 112/1
1 | ἐπὶ Διονυσίου ἄρχοντος τοῦ μετὰ |
Παράμονον ἐπὶ τῆς Αἰαντίδος ἑ- | |
βδόμης πρυτανείας, ᾗ Λάμιος Τιμού- | |
χου Ῥαμνούσιος ἐγραμμάτευεν· Γα- | |
5 | μηλιῶνος ὀγδόῃ ἱσταμένου, ὀγδό- |
ῃ τῆς πρυτανείας· βουλὴ ἐμ βουλευ- | |
τηρίωι· τῶν προέδρων ἐπεψήφιζεν | |
Στρατοφῶν Στρατοκλέους Σουνι- | |
εὺς καὶ συνπρόεδροι· | |
10 | ἔδοξεν τεῖ βουλεῖ· |
Ῥῆσος Ἀρτέμωνος Ἁλαιεὺς εἶπεν· | |
ἐπειδὴ πρόσοδον ποιησάμενος πρὸς | |
τὴν βουλὴν Διόγνητος ἐξ Οἴου ταμί- | |
ας ναυκλήρων καὶ ἐμπόρων τῶν φε- | |
15 | ρόντων τὴν σύνοδον τοῦ Διὸς τοῦ |
Ξενίου ἐμφανίζει τεῖ βουλεῖ βούλεσ- | |
θαι τὴν σύνοδον ἀναθεῖναι εἰκόνα γρα- | |
πτὴν ἐν ὅπλῳ τοῦ ἑαυτῶν προξέ- | |
νου, κεχειροτονημένου δὲ καὶ ἐπιμε- | |
20 | [λ]ητοῦ ἐπὶ τὸν λιμένα Διοδώρου τοῦ |
Θεοφίλου Ἁλαιέως ἐν τῶι ἀρχείωι αὐ- | |
τοῦ καὶ διὰ ταῦτα παρακαλεῖ τὴν βου- | |
λὴν ἐπικυρῶσαι ἑαυτῶι ψήφισμα· | |
ἀγαθε[ῖ] τύχει δεδόχθαι τεῖ βουλεῖ ἐπι- | |
25 | κεχω[ρ]ῆσθα[ι] Διογνήτῳ καὶ τῇ συνόδῳ |
[π]ο[ι]ήσα[σθ]αι τ[ὴν] ἀνάθεσιν τῆ[ς] γρα- | |
πτῆς εἰκόνος ἐν ὅπλῳ Διοδώρου τοῦ | |
Θεοφίλου Ἁλαιέως ἐν τῶι ἀρχείωι αὐ- | |
τοῦ καθάπερ παρακαλεῖ τὴν βουλήν. |