[ ] Att. — 106/5
1              θεο[ί].
ἀγαθῇ τύχῃ· ἐπὶ Ἀγαθοκλέους ἄρχον[τ]ο[ς] ἐπὶ τῆς Αἰαντίδος τρίτης πρυτ[αν]είας, ᾗ Εὐκλῆς Ξενάνδ[ρου Αἰθαλίδης]
ἐγραμμάτευεν· Βοηδρομιῶνος τετράδι ἐ[πὶ] δέκα, τετάρτῃ καὶ δεκάτῃ τῆς π[ρυτ]ανείας· ἐκκλησία κυρία [ἐν τῶι θεάτρωι· τῶν]
προέδρων ἐπεψήφιζεν Ἀπελλῆς Δημοφῶντο[ς] Ἀγγελῆθεν καὶ συνπρόεδροι· vv ἔδοξεν τῶι δήμωι· vacat
5 Θεόδοτος Διοδώρου Σουνιεὺς εἶπεν· v ἐπειδὴ οἱ ἔφηβοι οἱ ἐπὶ Ἀριστάρχου ἄρχοντος θύσαντες ταῖς ἐγγραφαῖ[ς τ]ὰ εἰ[σιτ]ητήρια ἐν [τῶι]
πρυτανείωι ἐπὶ τῆς κοινῆς ἑστίας τοῦ δήμου μετά τε τοῦ κοσμητ[ο]ῦ καὶ τῶν ἐξηγητῶν καὶ τοῦ ἱερέως [τ]οῦ τε Δήμου καὶ τῶν Χαρ[ί]-
των κατὰ τὰ ψηφίσματα ἐπόμπευσάν τε τῇ Ἀρτέμ[ιδ]ι τῇ Ἀγροτέρ[ᾳ] [κ]αὶ ἀνή[νε]γκαν τὰ ἀριστεῖα κατὰ τὸ ψήφισμα· ὑπαπήντησαν δὲ καὶ τοῖς
ἱεροῖς ἐν ὅπλοις μέχρι τῆς Ἠχοῦς καὶ προέπεμψα[ν αὐ]τά, ὁμ[οίως δὲ καὶ τ]ὸν Ἴακχον· ἤραντο δὲ καὶ τοὺς βοῦς ἐν Ἐλευσῖνι τῇ θυσίαι καὶ ἀνέ-
θηκαν ἐν τῶι ἱερῷ φιάλην ἀπὸ δραχμῶν ἑκατόν· συνε[τέλ]εσαν δὲ καὶ τὰς λαμπάδας τὰς καθηκούσας ἑαυτοῖς, ἔδ[ρ]αμον δὲ καὶ τὴν λαμπάδα τ[οῖς]
10 Ἐπιταφίοις πρὸς τοὺς ἔνους ἐφή[β]ους, οὓς καὶ ἐ[νίκ]ων, ὁμοίως δὲ καὶ τοὺς ἄλλους δρόμους τοὺς ἐπιβάλλοντας ἑαυτοῖς· συνεξήγαγον δὲ καὶ τ[ὴν]
Παλλάδα μετὰ τῶν γεννητῶν καὶ πάλιν εἰ[σήγαγ]ον μετὰ πάσης εὐκοσμίας· εἰσήγαγον δὲ καὶ τὸν Διόνυσον ἀπὸ [τ]ῆς ἐσχάρας θύσαντες τῶι θεῶι
[κα]ὶ ἀνέθηκαν φιάλην κατασκευάσαντ[ες τ]ῶι θεῷ ἀπὸ δραχμῶν ἑκατόν, ὁμοίως δὲ καὶ [τ]ῷ ἐν Πειραιεῖ Διονύσῳ θύσαντες ἀνέθηκαν φιάλην ἀπὸ δραχμῶν ἑ-
[κατ]όν· ἔθυσαν δὲ καὶ τοῖς Γαλαξίο[ι]ς τ[ῆι μητ]ρὶ τῶν θεῶν καὶ ἀνέθηκαν φιάλην ἀπὸ δραχμῶν ἑκατὸν ὑπόδειγμα κατ[αλι]πόντες τῆς πρὸς τοὺς θεοὺς εὐσε-
[βε]ίας, ἐφ οἷς καὶ ἐστεφανώθησαν ὑπ[ό τ]ε τῆς βουλῆς καὶ τοῦ δήμου· ἔθυσαν δὲ καὶ τὰς ἄλλας θυσίας καθηκούσας ἑαυ[τ]οῖς, ὁμοίως δὲ καὶ τῷ εὐεργέτει Διογέ-
15 [νε]ι· ἐξῆλθον δὲ πλεονάκις καὶ ἐπὶ τὴν χώραν ἐν ὅπλοις εὐτάκτως ἕνεκεν τοῦ παρακολουθεῖν τοῖς ὁρίοις τ[ῆς Ἀτ]τικῆς οὐθένα λυποῦντες τῶν ἐχόντων
τὰ χωρία· περιέπλευσα[ν δὲ] καὶ εἰς Μουνιχίαν ἐν ταῖς ἱεραῖς ναυσίν, ὁμοίως δὲ ἔπλευσαν καὶ εἰς Σα[λαμῖν]α καὶ ἐποιήσαντο ἅμιλλαν τῶν πλοίων, ἔδρα-
μον δὲ καὶ μακρὸν δ[ρ]όμον ἐξ ἑαυτῶν πρὸς τοὺς ἐν Σαλαμῖνι καὶ ἐνίκησαν, [καὶ θ]ύσαν[τες] τῷ τε [Αἴαντ]ι καὶ τῷ Ἀσκληπιῷ ἐστεφανώθησαν ἐπὶ τού-
[τ]οις πᾶσιν ὑπὸ τοῦ δήμου τοῦ Σαλαμινίων χρυσῷ στεφάνῳ· ὑπαπήντησαν [δὲ] καὶ τοῖς φίλο[ις καὶ σ]υμμάχοις τοῦ δήμου Ῥωμαίοις μετὰ πάσης εὐτα-
[ξί]ας· διετέλεσαν δὲ πειθόμενοι τοῖς ὑπὸ τῶν στρατηγῶν παραγγελλομένοις· συνετελέ[σ]αντο δὲ καὶ νεωλκίας τῶν ἀφράκτων καὶ ἄλλων πλοίων
20 [και]νῶν(?), ὁμο[ί]ως δὲ καὶ καθῆλκον δι ἑαυτῶν μετὰ πάσης εὐκοσμίας· διετέλεσαν δὲ καὶ ὁμ[ο]νοοῦντες τὰ πρὸς ἀλλήλους· ἐγένοντο δὲ καὶ κατήκο-
[οι το]ῦ τε κο[σ]μητοῦ καὶ τῶν κατασταθέντων ὑφ ἑαυτοῦ διδασκάλων ποιούμενοι τὰς μελέτας ἐν τοῖς ὅπλοις, καὶ τὴν ἀπόδειξιν ἐποήσαντο ἐν τῷ πα-
․․․․9․․․․ι τῇ βουλῇ· προσήδρευσαν δὲ καὶ ταῖς ἐκκλησίαις ἐν ὅπλοις· παρεκαθίζανον δὲ καὶ σχ[ο]λαῖς φιλομαθεῖν προαιρούμενοι· ὅπως ἂν οὖν ἥ τε βουλὴ
[καὶ ὁ δῆμο]ς φαίνωνται τιμῶντες τοὺς πειθαρχούντα̣ς τοῖς τε νόμοις καὶ ψηφίσμασιν καὶ τῷ κοσμητεῖ· vv ἀγααθῇ τύχῃ δεδόχθαι τῇ βουλῇ τοὺς λαχόντας
[προέδρ]ους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῇ βουλῇ, ἐπαινέσαι τοὺς ἐφ[ή]-
25 [βου]ς τοὺς ἐπὶ Ἀριστάρχου ἄρχοντος καὶ στεφανῶσαι αὐτοὺς χρυσῷ στεφάνῳ εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς θεοὺς καὶ εὐταξίας ἧς ἔχοντες διετέλ[εσα]ν,
[κα]ὶ ἀνειπεῖν τὸν στέφανον τοῦτον Διονυσίων τε τῶν ἐν [ἄστ]ει καινοῖς τραγωιδοῖς καὶ Παναθηναίων καὶ Ἐλευσι<νί>ων τοῖς γυμνικοῖς ἀγῶσιν, τῆς δὲ ἀναγορ[εύσ]εως
[τ]οῦ στεφάνου ἐπιμεληθῆναι τοὺς στρατ[ηγοὺς καὶ τὸν τ]αμίαν τῶν στρατιωτικῶν· ἐπαινέσαι δὲ τοὺς διδασκάλους αὐτῶν τόν τε παιδοτρίβην Σπουδία[ν] Ὀῆθεν
[κ]αὶ τὸν ὁπλομάχον Ἡρόδοτον Εἰτε[αῖ]ον καὶ τὸν [ἀκο]ντισ[τὴν] Διονύσιον Ἀζηνιέα καὶ τὸν τοξότην Μενέστρατον Τρικορύσιον καὶ τὸν ἀφέτην Καλλίαν Αἰγ[ιλιέ]α καὶ τὸν
[γρ]αμματέα Καλλιάδην Στειρ[ιέα] καὶ τὸν ὑπηρέτην Ἐπίγονον Πειραιέα καὶ στεφανῶσαι ἕκαστον αὐτῶν θαλλοῦ στεφάνωι. ἀναγράψαι δὲ τόδε τὸ ψήφ[ισμ]α καὶ τὰ ὀνό-
30 [ματ]α τῶν ἐφήβων τὸν γραμματέα τὸν κατὰ πρυτανείαν εἰς στήλην λιθίνην καὶ στῆσαι ἐν ἀγορᾶι, εἰς δὲ τὴν ἀναγραφὴν καὶ ποίησιν τῆς στήλης [μερί]σαι τὸν ταμί-
[αν] τῶν στρατιωτικῶν τὸ γενόμενον ἀνάλωμα. ἀγα[θῆι] τύχῃ. ἐπὶ Ἀγαθοκλέους ἄρχοντος ἐπὶ τῆς Κεκροπίδος τετά[ρ]της πρυτανείας, ᾗ Εὐκλῆς Ξενάνδρου Αἰθα[λίδη]ς ἐγραμμάτευ-
εν· Πυανοψιῶνος ἕκτῃ ἐπὶ δέκα, πέμπτῃ καὶ δεκάτῃ τῆς πρυτανείας· ἐκκλησία κυρία ἐν τῷ θεάτ[ρ]ῳ· τῶν προέδρων ἐπεψήφιζεν Ἡλιό[δωρο]ς Φιλωνίδου ․․-
․․․δης καὶ συμπρόεδροι· vv ἔδοξεν τῶι δήμῳ· v Θεόδοτος Διοδώρου Σουνιεὺς εἶπεν· ἐπ[ει]δὴ Εὔδοξος Εὐδόξου Ἀχερδούσιος χει[ροτονηθε]ὶς κοσμη-
[τὴ]ς ἐπὶ τοὺς ἐφήβους εἰς τὸν ἐπὶ Ἀριστάρχου ἄρχοντος ἐνιαυτὸν ἔθυσεν ἐν τῷ πρυτανε[ί]ῳ τὰ εἰσιτητήρια ἐπὶ τῆς κοινῆς ἑστ[ίας τ]οῦ δήμου μετά τε τῶν
35 παιδευτῶν καὶ τῶν ἐξηγητῶν ποιησάμενος τὴν εἰς τὰς θυσίας δαπάνην ἐκ τῶν ἰδίων· [ἐ]ποήσατο δὲ καὶ τὴν ἀναστροφὴν [ἐν π]ᾶσιν τοῖς κατὰ τὴν ἀρχὴν κα-
λῶς κα[ὶ] δικαίως καὶ διετέλεσεν ἕκαστα πράττων ἀκολούθως τοῖς τε νόμοις καὶ τοῖς ψ[η]φίσμασιν· προενοήθη δὲ καὶ [τῆς τ]ῶν ἐφήβων εὐταξίας ὄντων
τὸν ἀριθμὸν ἑκατὸν καὶ τετταράκοντα, ὧν καὶ τὴν πλείστην σπουδὴν καὶ ἐπιμέλειαν ἐποήσατο τῆς παιδείας αὐ[τῶν κα]ὶ τῆς περὶ τὰ μαθήματα φιλοτιμί-
ας· συ<ν>ετήρησεν δὲ αὐτοὺς καὶ παρ ὅλον τὸν ἐνιαυτὸν ὁμονοοῦντας τὰ πρὸς ἀλλήλους καὶ εὐπειθεῖς κατεσκεύασεν [τοῖς ὑφ] ἑαυτοῦ τε καὶ τῶν στρατηγῶν
παραγγελλομένοις πᾶσιν ἴσως καὶ κηδεμονικῶς προσφερόμενος· ἔθυσεν δὲ καὶ τὰς θυσίας μετ αὐτῶν πά[σας ὑπὲρ] τοῦ δήμου τοῖς θεοῖς καὶ τοῖς εὐερ-
40 γέταις ἐν τοῖς καθήκουσιν χρόνοις· ἐποήσατο δὲ καὶ τὰς ἀποδείξεις αὐτῶν ἔν τε τοῖς ὅπλοις καὶ τοῖς περὶ τὰ [ναυ]τικὰ καθάπερ περὶ τούτων προστέτακται·
καταπεσόντος δὲ τοῦ περιβόλου τοῦ Διογενείου προενοήθ[η] τῆς ἐπισκευῆς αὐτοῦ ἀναδεξάμ[ενος τὴν εἰς τ]αῦτα δαπάνην ἐκ τῶν ἰδίων· καὶ περὶ πάντων
τῶν κατὰ τὴν ἀρχὴν ἔδωκεν τὰς εὐθύνας ἐν τῷ δικαστ[ηρίω]ι κατὰ τὸν νόμον· ὅθεν διά τε τὰ [εἰρημ]ένα οἱ ἔφηβοι βουλόμενοι κατὰ τὸ καθῆκον ἀπονέ-
μειν αὐτῶι καταξίας χάριτας ἐστεφάνωσαν αὐτὸν καὶ πρ[οαι]ρούμενοι ἀναστῆσαι αὐτοῦ εἰκ[όν]α παρακαλοῦσιν ἐπιχωρῆσαι τόπον εἰς τὴν ἀνάθεσιν· ἵνα
οὖν καὶ ἡ βουλὴ καὶ ὁ δῆμος φαίνωνται τοὺς ἀνεστραμμέν[ους] ἐν ταῖς ἀρχαῖς καλῶς καὶ ἀπὸ παντὸς τοῦ βελτίστου καὶ ἀδωροδοκήτως τῆς προσηκούσης
45 τιμῆς ἀξιοῦντες καὶ πᾶσιν ἐφάμιλλον ᾖ τοῖς ἐπὶ ταύτην τὴν ἀρχὴν καθισταμένοις δικαίως καὶ [τ]ὸν αὐτὸν τρόπον διεξάγειν, ἀγαθῇ τύχῃ δεδόχθαι τῇ βουλῇ
τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τού[των, γ]νώμην δ[ὲ ξ]υμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι βουλῇ, ἐπαι-
νέσαι τὸν κοσμητὴν τῶν ἐφήβων τῶν ἐπὶ Ἀριστ̣άρχου ἄρχοντος Εὔδοξον Εὐ[δόξου Ἀ]χερδο[ύ]σιον καὶ στεφανῶσαι χρυσῷ στεφάνῳ κατὰ τὸν νόμον ἀρετῆς ἕνεκα
καὶ δικαιοσύνης τῆς πρὸς τοὺς ἐφήβους, καὶ ἀνειπεῖν τὸν στέφανον τοῦ[τον Διονυσίων τ]ε τῶν ἐν ἄστει τραγωιδῶν τῷ καινῷ ἀγῶνι καὶ Παναθηναίων καὶ Ἐλευσινί-
ων τοῖς γυμνικοῖς ἀγῶσιν· τῆς δὲ ἀναγορεύσεως τοῦ στεφάνου [ἐπιμεληθῆναι τ]οὺς <σ>τρατηγοὺς καὶ τὸν ταμίαν τῶν στρατιωτικῶν· ἐπειδὴ καὶ οἱ ἔφηβοι δι ἣν π[ε]-
50 ποίηται εἰς αὐτοὺς σπουδὴν καὶ φιλοτιμίαν βούλονται ἀναθεῖν[αι εἰκόνα χ]αλκῆν, ἐπικεχωρῆσθαι αὐτοῖς ποιήσασθαι τὴν τῆς εἰκόνος ἀνάθεσιν οὗ ἂν α[ὐ]-
τοῖς εὔκαιρον εἶναι φαίνηται, πλ̣ὴν οὗ οἱ νόμοι ἀπαγορεύουσιν. ἀ[ναγράψαι δ]ὲ τὸ ψήφισμ[α τ]ὸν γραμματέα τὸν κατὰ πρυτανείαν εἰστήλην λιθίνην καὶ στῆ-
σαι ἐν ἀγορᾶι, εἰς δὲ τὴν ἀναγραφὴν καὶ τὴν ποίησιν τῆς στ[ήλης μερίσαι τ]ὸν ταμίαν τῶν [στρατιωτι]κῶν τὸ γενόμενον ἀνάλωμα. vacat
Ἀριστώνυμος Φανίου Ἐλευσίνιος εἶπεν· ἐπειδὴ οἱ ἔφηβοι οἱ ἐπὶ Ἀριστά[ρχου ἄρ]χοντος παραγενόμενοι ἐπὶ τὴν θυσίαν καὶ τὸν ἀγῶνα τῶν Αἰαντείων τήν τε πομπὴν συνέπ[εμ]-
ψαν τῷ Αἴαντι, ἔδραμον δὲ καὶ τὴν λαμπάδα, ἐποιήσαντο δὲ καὶ ἅμιλλ[αν τ]οῖς πλοίοις, ἐποιήσαντο δὲ καὶ τὴν ἐπιδημίαν εὐσχήμονα καὶ ἐν τοῖς λοιποῖς ἀνεστ[ράφησαν]
55 εὐτάκτως καθάπερ ἦν αὐτοῖς ἁρμόττον, ἔθυσαν δὲ καὶ τῷ Αἴαντι, ὁ[μ]οίως δὲ καὶ τῶι Ἀκληπιῶι· ὅπως οὖν ἁπάντων τούτων ὑπάρχῃ αὐτοῖς ὑπόμνημα παρὰ τοῦ δή-
μου τοῦ Σαλαμινίων, ἀγαθῇ τύχῃ δεδόχθαι τῇ βουλῇ, τοὺς λαχόντ[ας προ]έδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι [περὶ] τούτων, γνώμη[ν δ]ὲ ξυμβάλλεσθαι τῆς
βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῇ βουλῇ, ἐπαινέσαι τοὺς ἐφήβου[ς τοὺς] ἐπ Ἀριστάρχου ἄρχοντος καὶ τὸν κοσμητὴν ἀυτῶν Εὔδοξον Εὐδ[όξο]υ Ἀχερδούσιον̣ καὶ στε-
φανῶσαι αὐτοὺς χρυσῷ στεφάνῳ κατὰ τὸν νόμον· ἀνειπε[ῖν δὲ αὐ]τῶν τὸν στέφανον Διονυσίων τῶν ἐν Σαλαμῖνι τραγωιδῶν τ[ῶι καινῶι ἀγ]ῶνι, τῆς δὲ ποιήσεως το[ῦ]
στεφάνου καὶ ἀναγορεύσεως ἐπιμεληθῆναι τοὺς ἐπιμ[ελητάς]· ἐπαινέσαι δὲ καὶ τὸν ὁπλομάχον Ἡρόδοτον vacat Εἰτε[αῖ]ον καὶ τὸν ἀκοντιστὴν Διονύ-
60 σιον Σφαίρου Ἀζηνιέα καὶ τὸν τοξότην Μενέστρατον Ἀσ[κληπιά]δου Τρικορύσιον καὶ τὸν ἀφέτην Καλλίαν vacat Αἰγιλιέα καὶ τὸν παιδοτρίβην Σπουδίαν
Καφισίου Ὀῆθεν καὶ τὸν γραμματέα Καλλιάδην Ἑρμαγό[ρου Στειρ]ιέα καὶ τὸν ὑπηρέτην Ἐπίγονον Δημητρίου Πειραιέα καὶ στεφανῶσαι ἕκαστον αὐτῶν θαλ-
λοῦ στεφάνῳ. ἀναγράψαι δὲ τὸ ψήφισμα τὸν γραμματ[έα τοῦ δήμ]ου εἰς στήλην λιθίνην καὶ στῆσαι παρὰ τὴν Δημοκρατίαν· εἰς δὲ τὴν ἀναγραφὴν καὶ τὴν ποίησιν
τῆς στήλης μερίσαι τὸν ταμίαν τὸ γενόμενον ἀ[νάλωμα ἐ]κ τῶν κατὰ τὰ ψηφίσματα ἀναλισκομένων τῷ δήμῳ. vvv ἀγαθῇ τύχῃ· ἐπὶ Ἀριστάρχου ἄρχοντος ἐ[πὶ]
τῆς Αἰαντίδος ἑβδόμης πρυτανείας, ᾗ Τελέστης Μ[ηδείου Παια]νιεὺς ἐγραμμάτευεν· Γαμηλιῶνος ἑνδεκάτῃ, ἑνδεκάτῃ τῆς πρυτανείας· ἐκκλησία κυρία ἐ[ν]
65 τῶι θεάτρῳ· τῶν προέδρων ἐπεψήφιζεν Στρατοφῶν [Στρατοκλ]έους Σουνιεὺς καὶ συμπρόεδροι· ἔδοξεν τῷ δήμωι· v Ἐπίγονος Δημητρίου Πειραιεὺς εἶπ[εν]·
ὑπὲρ ὧν ἀπαγγέλλει ὁ κοσμητὴς τῶν ἐφήβων Εὔ[δοξος Εὐδό]ξου Ἀχερδούσιος ὑπὲρ τῆς θυσίας ἧς ἔθυσεν μετὰ τῶν ἐφήβων τῶι Διονύσῳ τῷ ․․․7․․․-
ῳ καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτριον ἦν ἐν τῇ πομ[πῇ τοῦ Διον]ύσου v ἀγαθῇ τύχῃ δεδόχθαι τῷ δήμῳ τὰ μὲν ἀγαθὰ δέχεσθαι ἃ ἀπαγ[γέ]λλει γεγο[νέ]-
ναι ὁ κοσμητὴς ἐν τοῖς ἱεροῖς οἷς ἔθυεν ἐφ ὑγιείαι καὶ [σωτηρ]ίᾳ τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ παίδων καὶ γυναικῶν καὶ τῶν φίλων καὶ συμμάχω[ν]
τοῦ δήμου τοῦ Ἀθηναίων· ἐπαινέσαι δὲ τὸν κοσμητὴν [Εὔδο]ξον Εὐδόξου [Ἀ]χερδούσιον καὶ τοὺς ἐφήβους εὐσεβείας ἕνεκεν τῆς πρὸς τοὺς [θε]-
70 οὺς καὶ φιλοτιμίας τῆς προ͂ς τὴν βουλὴν καὶ τὸν δῆμον [καὶ στ]εφανῶσαι κιτ[τ]οῦ στεφάνῳ, ἐπειδὴ καὶ προνοούμενοι τῆς πρὸς τοὺς θεοὺς εὐσεβ[εί]-
[α]ς καὶ προαιρούμενοι ἐπικοσμεῖν τὸν ναὸν τοῦ Διονύ[σου ἀνατ]εθείκασι[ν τῶι θεῶ]ι φιάλην ἀπὸ δραχμῶν ἑκατὸν κάλλιστον ὑπόδειγμα τῆς ἰδί-
[α]ς φιλαγαθίας τοῖς μεθ ἑαυτοὺς ἀπολείποντες. ἀναγ[ράψαι] δὲ [τὸ ψ]ήφισμα εἰς στήλην λιθίνην καὶ στῆσαι οὗ ἂν αὐτοῖς ἐπιτήδειον εἶναι δοκῇ.
[ἀγα]θῇ τύχῃ· ἐπὶ Ἀριστάρχου ἄρχοντος ἐπὶ τῆς Κεκροπίδος ἑνδεκάτης πρυτανείας, ᾗ Τελέστης Μηδείου Παιανιεὺς ἐγραμμάτευεν· Θαργηλιῶνος ἕκτῃ
[ἐπὶ] δέκα, ἕκτῃ καὶ δεκάτῃ τῆς πρυτανείας· ἐκκλησία ἐν τῷ θεάτρωι ἐν Διονύσου· τῶν προέδρων ἐπεψήφιζεν Στρατοφῶν Στρατοκλέους Σουνιεὺς καὶ
75 [συμπ]ρόεδροι· ἔδοξεν τῷ δήμῳ· vvv Ἐπίγονος Δημητρίου Πειραιεὺς εἶπεν· v ὑπὲρ ὧν ἀπαγγέλλει ὁ κοσμητὴς τῶν ἐφήβων Εὔδοξος Εὐδόξου Ἀχερδούσισς
[ὑπὲ]ρ τῆς θυσίας ἧς ἔθυσεν μετὰ τῶν ἐφήβων τῷ Διονύσῳ καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτριον ἦν ἐν τῇ πομπῇ τοῦ Διονύσου· ἀγαθῇ τύχῃ δεδόχθαι τῷ δή-
[μωι], τὰ μὲν ἀγαθὰ δέχεσθαι ἃ <ἀ>παγγέλλει ὁ κοσμητὴς γεγονέναι ἐν τοῖς ἱεροῖς οἷς ἔθυον ἐφ ὑγιείαι καὶ σωτηρίαι τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ πα-
[ίδ]ων καὶ γυναικῶν καὶ τῶν φίλων καὶ συμμάχων τοῦ δήμου τοῦ Ἀθηναίων· ἐπαινέσαι δὲ τὸν κοσμητὴν Εὔδοξον Εὐδόξου Ἀχερδούσιον καὶ τοὺ[ς]
[ἐφ]ήβους εὐσεβείας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ φιλοτιμίας τῆς πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον καὶ στεφανῶσαι κιττοῦ στεφάνῳ, ἐπε[ιδὴ]
80 [κ]αὶ προνοούμενοι τῆς πρὸς τοὺς θεοὺς εὐσεβείας καὶ προαιρούμενοι ἐπικοσμεῖν τὸν ναὸν τοῦ Διονύσου ἀνατεθείκασιν τῷ θεῷ φιάλην ἀπὸ
δραχμῶν ἑκατὸν κάλλιστον ὑπόδειγμα τῆς ἰδίας φιλαγαθίας τοῖς μεθ ἑαυτοὺς ἀπολείποντες. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα εἰς στήλη[ν]
λιθίνην καὶ στῆσαι οὗ ἂν αὐτοῖς ἐπιτήδειον εἶναι δοκῇ. vacat
col. I.83 ἡ βουλὴ ὁ δῆμος
    {²in corona:}²
84    τὸν κοσμητὴν
85   Εὔδοξον Εὐδόξου
   Ἀχερδούσιον
   καὶ τοὺς ἐφήβους
col. II.83 ἡ βουλὴ ὁ δῆμος
    {²in corona:}²
84       τοὺς
85      ἐφήβους
col. III.83 ἡ βουλὴ ὁ δῆμος
    {²in corona:}²
84   τὸν κοσμητὴν
85  Εὔδοξον Εὐδόξου
  Ἀχερδούσιον
col. IV.83 ὁ δῆμος ὁ Σ[αλ]αμινίων
      {²in corona:}²
84       τὸν κοσμητὴν
85     Εὔδοξον Εὐδόξου
     Ἀχερδούσιον
col. V.83 ἡ βουλὴ ὁ δῆμος
     {²in corona:}²
84     τὸν κοσμητὴν
85    Εὔδοξον Εὐδόξου
   [Ἀχερδο]ύσιον
[καὶ τοὺς ἐφήβ]ους
 οἱ ἐφηβεύ[σαν]τες ἐπὶ Ἀριστάρχου ἄ[ρχ]οντος·
col. I.89          Ἐρεχθ[εῖδο]ς
90 Διονύσιος Δ[ι]ονυσίοἈναγυ]ράσιος
Ἀρχέδημ[ο]ς Πολυεύκτ[ου Κηφ]ισιεύς
[Νίκ]ανδρος Πρωτογέν[ου] Λαμπτρεύς
Νικόμαχος Σωσιγένου Λαμπτρεύς
Θεοδόσιος Γλαυκίου Παμβωτάδης
95 Νικοκλῆς Γοργίου Κηφισιεύς
[Σ]ώπατρος Μη[τρ]οδώρου Φηγούσιος
          Αἰγεῖδος
Μνησικλῆς Μνησικλέους Γαργήττιος
Δίων Ἀλκιμένου Φιλαΐδης
100 Ἀρχ[ί]ας Διονυσίου Φηγαιεύς
[Ἀπο]λλώνιος Ἀρχελάου Ἀγκυλῆθεν
․․․ων Ἀπολλωνίδου Ὀτρυνεύς
Μενεσθεὺς Μενεσθέως Ἀγκυλῆθεν
․․․γένης Φιλωνίδου Κολλυτεύς
105          Πανδιονίδος
[Λ]υσίας Ἀρτέμωνος Παιανιεύς
Καλλικρατίδης Συνδρόμου Στειριεύς
Θεωρικὸς Συνδρόμου Στειριεύς
Φίλων Ζηνοδότου Κυδαθηναιεύς
110 Ἀρτεμίδωρος Νικάνορος Στειριεύς
Ἀλέξανδρος Ἀλεξάνδρου Στειριεύς
[Ἰ]ατροκλῆς Ἰατροκλέους Π[αιανιεύς]
․․․7․․․ας Σ․․6․․․ί․ου Σ[τειριε]ύς
— — —   — — —   — — —
col. II.89             Λεωντίδος
90 Σωτίων Σωτίωνος Φρεάρριος
Κλεοκράτης Κλεοκράτου Χολλείδης
Τιμοκράτης Εὐδήμου Αἰθαλίδης
Τιμησίων Καλλιθέμιδος Ὑβάδης
Ἄγρων Θεμιστοκλέους Κολωνῆθεν
95 Ἀπολλωνίδης Χαρίνου Εὐπυρίδης
Ἱππόνικος Ἱππονίκου Κρωπίδης
Σωσίπατρος Σωσιπάτρου Σκαμβωνίδης
Φιλοκλῆς Ζωπύρου Χολλείδης
Εὔδημος Ἀπολλωνοδότου Φρεάρριος
100            Πτολεμαιΐδος
Τίμαρχος Σιμάλου Φλυεύς
Σπαρτοκίων Ἀπολλωνίου Βερενικίδης
Δημήτριος Σώσου Βερενικίδης
Σωσίβιος Θερσιλόχου Βουτάδης
105 Ἀμφίλοχος Ἀμφιλόχου Βερενικ̣ίδης
Ἀσκληπιάδης Λυσιμάχου Φλυεύς
Κλεόδωρος Κλεοδώρου Φλυεύ[ς]
Φίλων Δημητρίου Φλυεύς
Καρπόδωρος Εὐβιότου Φλυεύς
110 Διονύσιος Ἀπολλοδώρου Φλυεύς
Πάμ[φιλος Ἀρισ]τοβούλου Ἀφιδναῖος
Μνησα[γ]όρας Μνασέου Προσπάλτιος
Μενεκλῆς Μενεδήμου Θημακεύς
[Κ]ριτόβουλος Ἡγησίου Ἀφιδναῖος
col. III.89            Ἀκαμαντίδος
90 Ἀθηναγόρας Ἀσκληπιάδο[υ] Σφήττιος
Ἀπολλοφάνης Ἀριστοκλέους Σφήττιος
Δαμόκριτος Βουθήρου Εἰτεαῖος
Δίφιλος Μενίππο[υ] Ἰφιστιάδης
Μητροφάνης Διονυσί[ο]υ Ἰφιστιάδης
95             Οἰνεῖδος
Δημήτριος Θεοξένου Ἀχαρνεύς
Νυμφόδωρος Δημονόθου Ἐπικηφίσιος
Αἰσχύλος Εὐβιότου Θριάσιος
Ἀριστόνικος Ἀριστονίκου Ὀῆθεν
100 Ἡλιόδωρος Λεωφάνου Λακιάδης
Ἀριστόβουλος Ἀγαθοκλέους Θριάσιος
Θεόφιλος Διονυσίου Ἀχαρνεύς
            Κεκροπίδος
Δημόφιλος Δημοφίλου Ἁλαιεύς
105 Πόπλιος Λευκίου Μελιτεύς
Παρμενίσκος Λύσωνος Αἰξωνεύς
Μ[ί]κκος Ἀρτε[μιδ]ώρου Αἰξωνεύς
[— — —   — — λ][ους?] Αἰξωνεύς
[Γ]λα[υκ —   — —]ος Ἁλαιεύς
110 Ἀλκμὰν Ἀ[λκμ]ᾶνος Συβαλήττιος
Σατυρ[ί]ων Σωσθένου Συβαλήττιος
Κόνων Ἀγα[θ]οκλέους Ξυπεταιών
Διοδ․․․․ Διοδώρου Μελιτεύς
        Ἱπ[π]οθωντίδος
115 Φανίας Καλλισθένου Κειριάδης
Βάκχιος Μητροβίου ἐκ Κοίλης
Λέων Σωπάτρου Πειραιεύς
Μηνοφῶν Τελέστου Ἐροιάδης
col. IV.90 Μηνόφιλος Μηνοφί[λου] Πειραιεύς
Ἀλκέτης Θρασυφῶντος Πειραιεύς
Ῥόδων Ῥόδωνος Ἀχερδούσιος
Ξενοκράτης Ἀσκληπιάδου Ἐλευσίνιος
Διονύσιος Πασιάδ[ο]υ Δεκελεεύς
95 Ξένων Ἀσκληπιά[δ]ου Ἐλαιούσιος
              Αἰαντίδος
Δωσίθεος Ἀρισ[τ]έου Μαραθώνιος
Ἀριστέας Ἀρισ[τ]έου Μαραθώνιος
Τιμόξενος [Ἀ]σκληπιάδου Μαραθώνιος
100 Θεόδωρ[ος] Θεομένου Ῥαμνούσιος
Ἀντιλέων Ἀντιλέοντος Μαραθώνιος
Χρεμωνίδης Φιλοκτήμονος Μαραθώνιος
Ζωΐλος [Ἐπι]γόνου Μαραθώνιος
Ἕρμω[ν Ἑ]ρμοδώρου Φαληρεύς
105 Τιμα[γόρ]ας Δικαιΐδου Ῥαμνούσιος
Θεαρίων Ἀριστομάχου Φαληρεύς
Ἀριστόνους Θεοφάνου Ῥαμνούσιος
Ἀπολλωνίδης Ἀπολλωνίδου Ῥαμνούσιος
Διόδωρος Τιμησίωνος Ῥαμνούσιος
110 Ἡρώδης Μίκκου Ραμνούσιος
Ἱέρων Ἱέρ[ωνο]ς Ῥαμνούσιος
Δημήτριος Δωροθέου   — — —
Φυσκίων Φυσκίωνος Φαλ[ηρε]ύς
Ἀπολλόδωρος Ἀπολλοδώρου Ῥα[μνούσι]ος
115 Ἀρτέμων Ἱέρωνος Ῥαμνού[σιος]
           Ἀντιοχίδος
Θήρων Νίκωνος Ἀναφ[λύστιος]
Παγκράτης Πύρρου Κριωεύς
col. V.90 Ἀρκεφ̣ῶν Μηνοδότου Παλληνεύς
Ἀρτέμων Ἀπολλωνίου [Ἀν]α[φλ]ύστ[ι]ος
Ἀθηνο․․․ος Λύσιδος Σημαχίδης
Διονύσιος Θήρωνος Ἀναφλύστιος
Ε̣ὐβουλίδης Ἀνδρονίκου Σημαχίδης
95 Νικίας Νικάνδρου Θοραιεύς
Διοσκουρίδης Φίλωνος Παλληνεύς
Δημήτριος Ἀρτέμωνος Ἀναφλύστιος
             Ἀτταλίδος
Τιμοκράτης Θεοδότου Σουνιεύς
100 Διοκλῆς Δίου Ἀθμονεύς
Σκαμάνδριος Ποσειδωνίου Ἀτηνεύς
Ἁνδρόνικος Ἀνδρονίκου Ἀγρυλῆθεν
Χαίριππος Σίμου Σουνιεύς
Γεροντίδης Κρατίππου Προβαλείσιος
105 Νικόβουλος Καλλιξένου Ἀτηνεύς
Κτησικλῆς Κτησικλέους  vacat
                Ξένοι
Λεύκιος Ποπλίου Ῥωμαῖος
Ἱεροκλῆς Τιμοθέου Ζμυρναῖος
110 Φιλοποίμην Ἱππίου Ἀδραμυτηνός
Λεύκιος Αὔλου Ῥωμαῖος
[τ]ταλος Μηνοδώρου Ὀ[ρ]οανδεύς
Ἰσίδωρος Ἰσιδώρου Νεαπολ[ίτης]
Διονύσιος Θεοδοσίου Ἀπαμεύς
115 Νουμήνιος Ἀετίωνος Ταρσεύς
Γα[λέρι]ος? Ἀγάθωνος Βηρύτιος
Ἀπολλώνιος Ῥόδωνος Ἡρακλεώτης
Δημήτριος Κρατεροῦ Ἀντιοχεύς
col. VI.90 Νικάνωρ Βρομίου Ἡρακλεώτης
Φιλο․․ρος Κρίτωνος Λαοδικεύς
Στράτων Ἀφροδισίου Ἀντιοχεύς
Πόπλιος Ποπλίου Ῥωμαῖος
Ζήνων Εἰρηναίου Βηρύτιος
95 Ἀριστόδημος Ἀνθεστηρίου Μιλήσιος
Στράτων Στράτωνος Ἀντιοχεύ[ς]
Θεόφιλος Φίλωνος Καρθαιεύ[ς]
Ἀνδρότιμος Λευκίου Ῥωμαῖος
Γοργίας Δρόμωνος Ὀπούντ[ιος]
100 Παρμενίσκος Παρμενίσκου Ἀντ[ιοχεύς]
Σαραπίων Ἐπιγόνου Μιλήσιο[ς]
Αὖλος Αὔλου Ῥωμαῖος
       {²vacat}²
col. I.119 [ἡ βουλὴ ὁ δῆμος]
120 [τὸν παιδοτρίβην]
  {²in corona:}²
121 [Σπουδίαν]
   [Ὀῆθεν]
col. II.119 [ἡ βο]υλὴ ὁ δῆμος
120 [τὸν ὁπ]λομάχον
  {²in corona:}²
121  Ἡρόδοτο[ν]
   Εἰτεαῖον
col. II/III.119 ἡ βουλὴ ὁ δῆμος
120  τὸν ἀκοντιστὴν
   {²in corona:}²
121    Διονύσιον
    Σφαίρου
   Ἀζηνιέα
col. III.119 ἡ βουλὴ ὁ δῆμος
120  τὸν τοξότην
  {²in corona:}²
121   Μενέστρατον
 Ἀσκληπιάδου
  Τρικορύσιον
col. IV.119 ἡ βουλὴ ὁ δῆμος
120   τὸν ἀφέτην
  {²in corona:}²
121    Καλλίαν
   Αἰγιλιέα
col. V.119 ἡ βουλὴ ὁ δῆμος
120  τὸν γραμματέα
   {²in corona:}²
121    Καλλιάδην
  Ἑρμαγόρου
   Στειριέα
col. VI.119 ἡ βουλὴ ὁ δῆμος
120  τὸν ὑπηρέτην
  {²in corona:}²
121   Ἐπίγονον
  Δημητρίου
  Πε[ι]ραιέα
Search Help
Contact Us