[ ]
Aeg. Isl. — Thasos — ca. 150-100 BC — BCH Suppl. 5 (1979) 394, 3
| 1 | — — — ποιησάμενος ἀπέστειλεν τόν τε δικαστὰ̣ν̣ |
| καὶ τὸν γραμματέα· ἐπῃνῆσθαι δὲ καὶ τὸν ἐξα- | |
| ποσταλέντα δικαστὰν Στίλβωνα Θεοδώτου̣ | |
| καὶ τὸν γραμματέα Σκύμνον Ἐράτωνος καὶ στε- | |
| 5 | φανῶσαι τὸν μὲν δικαστὰν χρυσέωι στεφάνωι Διο- |
| νυσίων ἐν τᾶι παναγύρει, τὸν δὲ γραμματέα θαλ- | |
| λοῦ στεφάνωι καὶ δεδόσθαι αὐτοῖς τε καὶ τοῖς | |
| ἐκγόνοις αὐτῶν προξενίαν καὶ πολειτείαν καὶ ἔ[σ]- | |
| πλουν καὶ ἔκπλουν πολέμου καὶ εἰράνας ἀσυλεὶ κα[ὶ] | |
| 10 | ἀσπονδεί· εἶμεν δὲ αὐτοῖς κ̣αὶ ἔφοδον ἐπὶ τὰν βου- |
| λὰν καὶ τὸν δᾶμον πρώτοις μετὰ τὰ ἱερά· ὅπως | |
| δὲ καὶ Θάσιοι ἐπιγνῶντι τὰν τοῦ δάμ̣ου προαίρε̣- | |
| σιν καὶ τὰ παρὰ τᾶς πόλιος δεδομένα τίμια τῶι τε δά̣- | |
| μωι αὐτῶν καὶ τῶι δικαστᾶι καὶ τῶι γραμματεῖ, | |
| 15 | τοὺς δαμιουργοὺς σφραγιξαμένους τᾶι δαμοσί- |
| αι σφραγῖδι τὸ ψάφισμα δόμεν τοῖς ἀνδράσιν· παρακ[α]- | |
| λεῖ οὖν ὁ δᾶμος Θασίους ἀποδεξαμένους τὰ παρὰ | |
| τᾶς πόλιος τίμια καταχωρίξαι εἰς τὰ παρ’ ἁτοῖς δαμό̣- | |
| σια γράμματα· ἀναγράψαι δὲ αὐτοὺς καὶ εἰς στάλαν | |
| 20 | λευκοῦ λίθου καὶ ἀναθέμεν εἰς τὸν ἐπιφανέστα- |
| τον τᾶς πόλιος τόπον· ποιεῖσθαι δὲ καὶ τὰν ἀναγό̣- | |
| ρευσιν εἰς τὸν ἀεὶ χρόνον τῶν στεφάνων ἐν το̣[ῖς] | |
| ἀγῶσιν τοῖς ἁ πόλις ἁτῶν τίθητι· καλέσαι δὲ̣ | |
| τοὺς ἄνδρας καὶ εἰς τὸ πρυτανεῖον ἐπὶ τὰν | |
| 25 | κοινὰν ἑστίαν· ἀποστεῖλαι δὲ αὐτοῖς καὶ ξένια |
| τοὺς ταμίας κατὰ τὸν νόμον. |