IG V,2 266
[ ] Arkadia — Mantinea — 46-43 BC
1 ἐπειδὴ Φ[αηνὰ Δαματρίου Ἀντιγονικὰ φι]λ̣ά̣γ̣α̣θ̣ο̣ς̣ [ὑπάρ]-
χουσα καὶ εὐσεβὴς ἀνέστραπταί τε καλῶς ἐν ὅλῳ τῷ βίῳ κ[αὶ]
εὐσεβῶς πρὸς πάντας μὲν τοὺς θεούς, μάλιστα δὲ πρός τε τὰν
Δάματρα καὶ τὰν Κόραν καὶ τὰς ἱερείας τᾶς Δάματρος, φανε-
5 ράν τε πεποίηκε τὰν ἰδίαν μεγαλοψυχίαν καὶ ἐκτένειαν εἰς
τὸ θεῖον· ἱερίτευχε γὰρ τᾷ Δάματρι μεγαλοπρεπῶς, οὐδένα
λόγον δαπάνας ποιουμένα οὔτε εἰς αὐτὰν τὰν θεὸν οὔτε
εἰς τὰς καθηκούσας ἀντ’ ἐνιαυτοῦ τᾷ θεῷ λειτουργίας οὔ-
τε εἰς τὰς ἱερείας, παρέσχηται δὲ καὶ ταῖς ἀεὶ ἀντιτυγχανο[ύ]-
10 σαις ἱερείαις εὔχρηστον αὐσαυτὰν καὶ τὸν ἴδιον̣ βίον ἀπρο-
φ̣άσιστον, ὑπηρετοῦσα πρὸς πᾶσαν λειτουργίαν καὶ δαπά-
ναν τὰν ἀνήκουσαν εἴς τε τὰν θεὸν καὶ τὰς ἱερείας· οὐ μό-
νον δὲ ἐν τούτοις εὐεργετικῶς ἀνέστραπται, ἀλλὰ καὶ
μετὰ τὸ ἱεριτεῦσαι οὐ διαλέλοιπε εὐεργετοῦσα δείπνοις
15 τε μεγαλομερέσι καὶ ταῖς ἄλλαις εὐεργεσίαις τε καὶ δα-
πάναις ταῖς εἰς τὰν θεὸν γινομέναις καὶ εἰς τὰς ἱερείας,
εἰσενήνεκται δὲ καὶ ἄλλαν μείζω φιλανθρωπίαν αἰώνιον
εἴς τε τὰν θεὸν καὶ τὰς ἱερείας· τὰς γὰρ ἀντ’ ἐνιαυτοῦ γινο̣-
μένας δαπάνας ὑ̣π’ αὐτᾶς ἐντέταλται ἐπιτελεῖν ἀντ’ αὐσαυ̣-
20 τᾶς, ἐάν τι ἀνθρώπινον πάθῃ, τὰς ἐγγόνους αὐτᾶς Θεοδώ-
ραν τε τὰν θυγατέρα καὶ Φαηνὰν Δαμασίλα τὰν τᾶς θυγατρὸ[ς]
θυγατέρα, ὅπως ἁ ἐκτένεια αὐτᾶς εἴς τε τὰν θεὸν καὶ τὰς
ἱερείας αἰωνίου μνείας τυγχάνουσα διατελεῖ· οὐ μόνον δ[ὲ]
ἐν τοῖς προγεγραμμένοις εὐεργετήμασιν ἀνέστραπται
25 φιλοδόξως, ἀλλὰ ἐπὶ μεῖζον αὔξεσθαι θέλουσα τάν τε θεὸν
καὶ τὰν σύνοδον τὰν ἱερειᾶν ἀνάκεικε(!) δραχμὰς ἑκατὸν εἴκο-
σι εἴς τε τὰν τοῦ μεγάρ̣ου ἐπισκειὰν καὶ εἰς ἄλλαν χρείαν,
ἃν ἂν δόξῃ ταῖς ἱερείαις ἁ ἀνατεθεῖσα̣ ὑ̣π̣’ αὐτᾶς δωρεὰ
εὔχρηστος εἶναι· ὅπως οὖν καὶ ἁ σύνοδος φαίνηται τᾶν ἱ-
30 ερειᾶν τᾶς Δάματρος εὐχάριστος οὖσα καὶ μναμονεύ-
ουσα τῶν εἰς αὐτὰν ἀναστρεφομένων καλῶς καὶ ἐνδό-
ξως, ἔδοξε τῷ κοινῷ τᾶν ἱερειᾶν· ἐπαινέσαι Φαηνὰν Δα-
ματρίου Ἀντιγονικὰν ἐπί τε τᾷ καλοκαγαθίᾳ καὶ εὐεργε-
σίᾳ τᾷ ἔσχηκε εἴς τε τὰν θεὸν καὶ τὰς ἱερείας, καλεῖν
35 τε αὐ̣τὰν ἐπὶ τὰ γέρα διὰ παντὸς ἐν ταῖς γινομέναις ἀντ’ ἐ̣-
νιαυτοῦ θυσίαις τε καὶ σιταρχίαις, ἀνακαλούσας τᾶς ἀεὶ
ἀντιτυγχανούσας ἱερείας τε καὶ σιταρχοῦς· "τὸ κοινὸν τᾶν
ἱερειᾶν τᾶς Δάματρος ἐπὶ τὰ γέρα καλεῖ Φαηνὰν Δαματρί-
ου τὰν αὐτᾶν εὐεργέτιν", δίδοσθαι δὲ αὐτᾷ διὰ βίου γέρα τὰ
40 εἰθισμένα, ἀναγράψαι τε τὸ ψάφισμα τοῦτο εἰστάλαν λι-
θίναν καὶ ἀναθεῖναι εἰς τὸ Κοράγιον, καθὼς ἔδοξε τοῖς ἄρ̣-
χουσι καὶ συνέδροις τοῖς ἐν τῷ τρίτῳ καὶ ἑκατοστῷ ἔτ[ει]·
εἰ δέ τις μὴ καλέσῃ ἐπὶ τὰ γέρα εἰ μὴ δώσει τὰ προγεγραμ̣-
μένα γέρα, ὑπόδικος ἔστω καὶ ἐνδεικτὸς ποτὶ δραχμὰς̣
45 ἑκατὸν αὐτᾷ τε καὶ τοῖς ἐγγόνοις αὐτᾶς.
Search Help
Contact Us