[ ]
Att. — non-stoich. — 122/1 — IG II² 1006 Add. (pt. 1.2 p. 670)
See also:
1 | θ[ε]οί. |
ἐπὶ Νικ[ο]δήμου ἄρχοντος ἐπὶ τῆς Αἰγεῖδος τρίτης πρυτανείας, ᾗ Ἐπιγένης Ἐπιγένου Οἰναῖος ἐγραμ- | |
μάτευε[ν]· Βοιηδρομιῶνος ὀγδόῃ ἱσταμένου ἐμβολίμωι κατ’ ἄρχοντα, κατὰ θεὸν δὲ ἐνάτῃ ἱσταμένου, | |
ἐνάτῃ τῆς πρυτανείας· ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψήφιζεν Τίμων Θεοπόμ- | |
5 | που Παιανιεὺς καὶ συν<πρό>εδροι· ἔδοξεν τῆι βουλῆι καὶ τῶ[ι] δήμωι· vvvvv Ἀφροδίσιος Ἀφροδισίου Ἀζηνιεὺς |
εἶπεν· ἐπειδὴ οἱ ἔφηβοι οἱ ἐπὶ Δημητρίου ἄρχοντος θύσαντες ταῖς ἐγγραφαῖς ἐν τῶι πρυτανείωι ἐπὶ | |
τῆς κοινῆς ἑστίας τοῦ δήμου μετά τε τοῦ κοσμ[η]τοῦ καὶ τοῦ ἱερέως τοῦ Δήμου καὶ τῶν Χαρίτων καὶ | |
τῶν ἐξηγητῶν κατὰ τοὺς νόμους καὶ τὰ ψηφίσματα τοῦ δήμου ἐπόμπευσαν τῇ Ἀρτέμιδι τῇ Ἀγρο- | |
τέραι, ἀπήντησαν δὲ καὶ τοῖς ἱεροῖς καὶ προέπεμψ[α]ν αὐτά, ὁμοίως δὲ καὶ τὸν Ἴαχχον· ἤραντο δὲ καὶ τοὺς βοῦς το[ὺς] | |
10 | ἐν Ἐλευσῖνι τῆι θυσίαι καὶ τοῖς Προηροσίοις καὶ τοὺς ἐν τοῖς ἄλλοις ἱεροῖς καὶ γυμνασίοις καὶ τοὺς δρόμους συνετέλε- |
[σ]αν, συνεπόμπε[υ]σαν δὲ καὶ τὰς πομπὰς καὶ τὰς λαμπάδας ἔδραμον τὰς καθηκούσας· συνεξήγαγον δὲ καὶ τὴν Παλλάδα | |
Φαληροῖ κἀκεῖθεν πάλιν συνεισήγαγον μετὰ φωτὸς μετὰ πάσης εὐκοσμίας, εἰσήγαγον δὲ [κ]αὶ τὸν Διόνυσον ἀπὸ τῆς ἐσχά- | |
ρας εἰς τὸ θέατρον μετὰ φωτὸς καὶ ἔπε[μ]ψαν τοῖς Διονυσίοις ταῦρον ἄξιον τοῦ θεοῦ ὃν καὶ ἔθυσαν ἐν [τ]ῶι ἱερῶι τῆι πομπῆι· ἐφ’ ᾧ | |
καὶ ἐστεφανώθησαν ὑπὸ τοῦ δήμου· συντ[ελ]ουμένης δ[ὲ] καὶ τῆς θυσίας τῆι Ἀθηνᾶι τῆι Νίκῃ συνεπόμπευσαν καλῶς καὶ εὐσχημό- | |
15 | νως βοῦν συνπέμψα[ν]τες ἣν καὶ ἔθυσαν ἐν ἀκροπόλει τῆ[ι θ]εῶι, συνετέλεσαν δὲ καὶ τὰς ἄλλας θυσίας τὰς καθηκούσα[ς τοῖς θε]- |
οῖς καὶ τοῖς εὐεργέτ[αι]ς ἀκολούθως τοῖς τε νόμοις καὶ τοῖς [ψηφίσ]μασιν· διετέλεσαν δὲ καὶ εἰ[ς] τὰ γυμνάσια δι’ ὅ[λο]υ το[ῦ ἐνιαυτοῦ] | |
παραγινόμενοι καὶ τῶι κοσμητῆι πιθαρχοῦντες, μέγιστον [δὲ νομίσαν]τες καὶ ἀναγκαιότατον εἶνα[ι] τὴν εὐταξίαν πε[ριποι]ῆσαι τῶν | |
ὑπὸ τοῦ δήμου προστεταγμένων μαθ[η]μάτων ἀνένκλητο[ι δι]ετέλεσαν γεγονότες καὶ πειθαρχοῦντε[ς] το[ῖς παραγγε]λλομένοις | |
ὑπό τε τοῦ κοσμητοῦ καὶ τῶν διδασ[κάλ]ων· προσεκαρτ[έ]ρησαν δὲ καὶ Ζηνοδότωι σχολ[άζ]οντε[ς ἔν τε] τῶι Πτολεμαίωι καὶ | |
20 | ἐν Λυκείωι, ὁμοίως δὲ καὶ τοῖς ἄλλοις [φιλο]σόφοις ἅπασι[ν] τοῖς τε ἐν Λυκείωι καὶ ἐν Ἀκαδημ[ίαι δι’ ὅλου τοῦ ἐ]νιαυτοῦ· ἐφήδρευσαν |
δὲ καὶ ταῖς ἐκ<κ>λησίαις ἐν ὅπλοις ε[ὐτάκτ]ως· ἀπήντων δὲ διὰ παντὸς τοῖς παραγ[ε]ινομ[ένοις φίλοις] καὶ εὐεργ[έ]ταις Ῥωμαίοις· | |
ἐποιήσαντο δὲ καὶ τοῖς Ἐπιταφίοις δρό[μο]ν ἐν ὅπλοις τόν τε ἀπὸ τοῦ πολυανδρείου καὶ τ[οὺς ἄλλους] τοὺς καθή[κοντα]ς, καὶ ἀπε- | |
δείξαντο ἐν τοῖς ὅπλοις τοῖς τε Θησείοις καὶ Ἐπιταφίοις· ἔδωκαν δὲ καὶ εἰς τὴν φι[άλην τῆι μητρὶ] τῶν θεῶν τ[οῖ]ς ἐπὶ [τα]ῦτα | |
καθεσταμένοις κατὰ τὸ ψήφισμα τοῦ δήμου δραχμὰς ἑβδομήκοντα καὶ προσανέθηκαν ἑτέ[ραν ἐν τῶι] ἐν Ἐλευσῖνι ἱερῶι· ἐξῆλθο[ν δὲ] | |
25 | καὶ ἐπὶ τὰ τῆς Ἀττικῆς ὅρ[ι]α ἐν ὅπλοις καὶ τῆς τε χώρας καὶ τῶν ὁδῶν ἔμπειροι ἐγένοντο, εἴς [τε — — — παρεγένον]το καὶ τὰ ἱερὰ τὰ κατὰ τὴν χώραν |
ἐν οἷς διετέλουν θύοντες καὶ καλλιεροῦντες ὑπὲρ τοῦ δήμου· πα[ρ]αγενόμενοι δὲ [ἐπὶ τὸ ἐμ Μαραθῶνι πολυ]άνδρειον ἐστεφάνωσάν τε καὶ ἐνήγισαν | |
τοῖς κατὰ πόλεμον τελευτήσασιν ὑπ[ὲ]ρ τῆς Ἐλευθερίας, παρε[γ]ένο[ντο] δ[ὲ καὶ εἰς τὸ Ἀμφιάραον καὶ ἱ]σ[τόρησαν] τὴν γεγονεῖαν ἐκ παλαιῶν χρόνων ὑπὸ | |
τῶν πατέρων τοῦ ἱεροῦ [κ]υριείαν καὶ θ[ύ]σαντες ἀπῆ[λ]θον αὐθ[ημερεὶ εἰς τὴν ἑαυτῶν χώρ]αν· ἀνέπλευσαν δ[ὲ καὶ] ἐπὶ τρόπαιον καὶ ἔθυσαν τῶι Διὶ τῶι Τρο- | |
[πα]ίωι καὶ τῆι πομπεῖ τῶν μεγάλ̣ων θεῶν ἐποιήσαντο τ[ῶν πλοίων τὴν ἅμιλλαν· π]εριέπλευσαν δὲ καὶ [τοῖς Μου]νιχίοις εἰς τὸν λιμένα τὸν ἐμ Μου- | |
30 | [νιχίαι ἁμ]ιλλώ[μεν]οι. ὁμ[ο]ίως δὲ καὶ τοῖς Διϊσωτηρίοι[ς]· ἀπ[έπλευσαν δὲ καὶ ἐπὶ τὰ Αἰ]άντεια κἀκεῖ [π]οιησάμ[ενοι ἅμ]ιλλαν τῶν πλοίων καὶ πομπεύ- |
[σαντε]ς καὶ θύσαν[τες τ]ῶι Αἴαντι ἐπῃνέθησαν ὑπ[ὸ τοῦ δήμου τοῦ Σαλαμινίω]ν καὶ ἐστεφ[αν]ώθησ[αν] χ[ρ]υσῶι σ[τεφά]νῳ ἐπὶ τῶι εὐτάκτως καὶ | |
[εὐσ]χημόνως πεποιῆσθ[αι] τὴν ἐπιδ[η]μίαν· [σ]υν[ετήρησαν δὲ καὶ τὴν πρὸς ἀλλήλ]ους ὁμόνο[ια]ν καὶ φιλίαν ἐν ὅλωι τῶι [ἐνιαυτ]ῶι ἀστασίαστοι γενόμε- | |
[νοι κ]ατὰ τὴν τοῦ κοσμητ[ο]ῦ προαίρ[εσιν· ἐποι]ήσαντο [δὲ καὶ τὴν ὑπόδειξιν τῆι βου]λῆι τὴ[ν] καθήκουσαν κατὰ τὸν νόμον· φιλαγ[άθως] δὲ ἔχοντες πρὸς | |
[ἅ]παντα τὰ καλὰ καὶ βουλ[όμ]ε[νοι] τῆι τοῦ κοσμητοῦ [προαιρέσει ἀκολούθως πράττειν ἐπὶ τῶ]ι τῆς πόλεως συμφέροντι καὶ τῶι ἑαυτῶν [εὐσχ]ήμονι καταπάλ- | |
35 | την λιθοβόλον ἕνα τῶν ἀρ[χαίων ἐ]κ τῶν ἰδίων ἐθε̣ρά[πευσαν καὶ τὰ ἐλλείπον]τα προσκατασκευάσαντες ἀνενεώσαντο διὰ πλειόνων ἐτ[ῶν] |
τήν τε χρῆσιν τοῦ ὀργάνο[υ καὶ μάθησιν], ἀνέμαθόν τε τὴν τ — — — — — καὶ τὴν μελέτην ἐποιοῦντο· διετέλεσαν δὲ καὶ ἐν τοῖς λοιποῖς | |
ἀνεγκλήτως ἀναστρεφ[όμενοι κ]αὶ φροντίζοντες τ̣— — — — — — —α̣ τοῖς ἰδίο[ις ․․․․]ις· ὅπως οὖν ἥ τε βουλὴ καὶ ὁ δῆμος φαίνωνται τιμ[ῶν]- | |
τες τοὺς ἀξίους καὶ πειθ[αρχοῦν]τας τοῖς τε νόμοις [καὶ τοῖς ψηφίσμα]σιν καὶ τῶ[ι κοσμητ]εῖ ἐκ τῆς πρώτης ἡλικίας· ἀγαθῆι τύχηι δεδόχθαι [τῆι] | |
βουλῆι τοὺς λαχόντας π[ροέδρου]ς εἰς τὴν ἐπιοῦσαν [ἐκκλησίαν χ]ρη[μ]ατίσαι περὶ τούτ[ων, γν]ώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν | |
40 | δῆμον ὅτι δοκεῖ τῆι βουλ[ῆι, ἐπα]ινέσαι τοὺς ἐφήβο[υς τοὺς ἐπ]ὶ Δημητρίου ἄρχοντος [καὶ στ]εφανῶσαι αὐτοὺς χρυσῶι στεφάνωι εὐσεβεί- |
ας ἕνεκεν τῆς πρὸς τοὺς [θεοὺ]ς καὶ εὐταξίας [ἧς ἔχοντ]ες διατετελέκασιν ἐν ὅλωι τῶι ἐνιαυτῶι καὶ φιλοτιμίας τῆς εἰς τὴν βου- | |
λὴν καὶ τὸν δῆμον, καὶ ἀνει[πεῖ]ν τὸν στέφανο[ν τοῦτον] Διονυσίων τε τῶν ἐν ἄστει καινοῖς τ[ραγωιδοῖ]ς καὶ Παναθηναίων καὶ Ἐλευσι- | |
νίων τοῖς γυμνικοῖς ἀγῶσ[ιν]· τῆς δὲ ἀναγορ[εύσεω]ς τοῦ στεφάνου ἐπιμεληθῆναι τοὺς στ[ρατη]γοὺς καὶ τὸν ταμίαν τῶν στρατιω- | |
〚τιω〛τικῶν {²⁶στρατιωτικῶν}²⁶. ἐπαινέσαι δὲ καὶ τοὺς διδασκά[λου]ς τόν τε παιδοτρίβην Τίμωνα Τιμάρχου Βουτάδην καὶ τὸν ὁπλομάχον Σάτυρον Ἡρα- | |
45 | κλείδου Κηφισιέα καὶ τὸν [ἀκο]ντιστὴν Νίκανδ[ρο]ν Δημητρίου Ε[ὐ]ωνυμέα καὶ τὸν τοξότην Ἀσκληπιάδην Ἀριστοκράτους Μαραθώνιον |
καὶ τὸν καταπαλταφέτη[ν] Καλχηδόνα Καλχ[η]δόνος Περιθο[ί]δ[η]ν καὶ τοὺς ὑπηρέτας Σάτυρον Ἀπολλωνίου Ἁλιμούσιον, Ἱέρωνα | |
Ἡρακλείδου Ἀναγυράσιο[ν], Ἀθήναιον Ἰσιδώρου Ἁλαιέα καὶ στεφανῶσαι ἕκαστον αὐτῶν θαλλοῦ στεφάνωι. ἀναγράψαι δὲ τόδε τὸ ψή- | |
φισμα τὸν γραμματέα τ[ὸ]ν κατὰ πρυτανεί[α]ν ἐν στή[λαις] λιθίναις δυσὶν καὶ στῆσαι μίαν μὲν ἐν ἀγορᾶι, τὴν δ’ ἑτέραν οὗ ἂν ἐπιτήδειον | |
εἶναι φαίνηται, εἰς δὲ τὴ[ν ἀν]αγραφὴν καὶ τὴν ἀνάθε[σιν] τῶν στηλῶν τὸ γενόμενον ἀνάλωμα μερίσαι τὸ[ν ταμία]ν τῶν στρατιωτικῶν. | |
50 | ἐπὶ Νικοδήμου ἄρχοντος ἐπὶ [τ]ῆς Ἀντιοχίδος τετ[άρ]της πρυταν[ε]ίας, ἧι Ἐπιγένης Ἐπιγένου Οἰναῖος ἐγραμμάτευεν· Πυαν[οψιῶνος] ἑνδεκάτηι, δεκάτηι |
τῆς πρυτανείας· ἐκκλη[σία] κυρία ἐν τῶι θε[άτ]ρωι· τῶν προέδρων ἐπεψήφιζεν Θεοτέλης Εὐκλείδου Θριάσιος καὶ συ[νπρόε]δροι· ἔδοξεν τῆι βου- | |
λῆι καὶ τῶι δήμωι· Ἀφροδ[ί]σιος Ἀφροδισίου [Ἀζ]ηνιεὺς εἶπεν· ἐπειδὴ διὰ παντὸς ὁ δῆμος τὴν πλείστην σπουδ[ὴν ποι]εῖται τῆς τῶν ἐφή- | |
βων ἀγωγῆς καὶ εὐταξίας βουλόμενος το[ὺ]ς ἐκ τῶν πα[ί]δων μεταβαίνοντας εἰς τοὺς ἄνδρας ἀγαθοὺς γίνεσθαι τῆς πατρίδος διαδ[ό]- | |
χους καὶ προσέταξεν διὰ τῶν νόμω[ν] τ[ῆ]ς τε χώρας κα[ὶ] τῶν φρουρίων καὶ τῶν ὁρίων τῆς Ἀττικῆς ἐμπείρους γίνεσθαι ἔν τε τοῖς ὅπλοις | |
55 | τὴν εἰς πόλεμον ἀνήκουσαν ἄσκησι[ν ποιεῖ]σθαι, καὶ διὰ τὴν τοιαύτην ἀγωγὴν καλλίστοις καὶ σεμνοτάτοις τροπαίοις τὴν πόλιν ἐστεφά[νω]- |
σεν, δι’ ἣν αἰτίαν καὶ κοσμη[τ]ὴν καθίστησ[ιν ἐκ] τῶν ἄριστα βε[βι]ωκότων, ἐφ’ οἷς κα[ὶ] ὁ κατασταθεὶς κοσμητὴς Διονύσιος Σ[ω]κράτου Φυλάσιο[ς] | |
εἰς τὸν ἐνιαυτὸν τὸν ἐπὶ Δημητρίου ἄρχοντος παραλαβὼν τ[ὴν ἐγ]χειρισθεῖσαν ἑαυτῶι πίστιν ὑπὸ τοῦ δήμου τῶν ἐφήβων ἔθυσεν ἐ[ν τ]αῖς | |
ἐγγραφαῖς μετ’ αὐτῶν ἐπὶ τῆς κοινῆς ἑστίας κατὰ τὰ πάτ[ρια, ἐ]πόμπευσεν δὲ καὶ τῇ Ἀρτέμιδι τῆι Ἀγροτέραι· μέγιστον δὲ νομ[ίσ]ας | |
εἶναι κόσμον τῆι πατρίδι τὴ[ν] εὐταξίαν αὐτῶν καὶ ἀνδρείαν [κ]α[τε]σκεύασεν αὑτὸν ἄξιον τῆς τοῦ δήμου προαιρέσεως πρέπουσαν ἑαυ- | |
60 | τῶι ἀγωγὴν ποιησάμενο[ς] καὶ ἀξίαν τ[ο]ῦ [τ]ε δήμου καὶ αὐτῶν τῶν ἐφήβων, ἄγων αὐτοὺς δι’ ὅλου τοῦ ἐνιαυτοῦ εἰς τὰ γυμνάσια κα[ὶ] ποιού- |
μενος αὐτῶν πᾶσι φανε[ρὰ]ν τὴν ἐπιστ[ασ]ίαν καὶ τὸ πρέπο[ν] συντηρῶν καὶ ἀν[ε]γκλήτους αὐτοὺς πα[ρεχόμενος]. ἐν ὅλῳ τῶι ἐνιαυτῶι καὶ πει- | |
θαρχοῦντας τοῖς παραγγελλομένοις ὑπ[ό τ]ε τῶν στρατη[γ]ῶν καὶ ἑαυτοῦ καὶ τῶν [δι]δασκάλων· προ[ενοήθη δὲ καὶ τῆς πα]ιδείας αὐτῶ[ν] ἐν ἅπασιν | |
καὶ σωφροσύνης τοῖς [φιλο]σόφοις αὐτοὺς [π]αρακαθίζων [καὶ σ]χολάζων ἅπασιν τοῖς [— — — — — — — — — — — δι’ ὅλου τοῦ] ἐνιαυτοῦ· | |
ὁμοίως δὲ καὶ τ[ῆς ἐν τοῖς] γράμμασιν [αὐ]τῶν ὠ[φελίας ἐφρόν]τισε σχολάζων Ζηνοδ[ότωι — — — — — — — — — — —]ς μελέτας | |
65 | καὶ γυμνασίας, ὁμ[οίως δ]ὲ καὶ ἐν τοῖς [κατ]απα[λταφεσίας ἀσ]κήμασιν ποιούμενος αὐ[τῶν πρόνοιαν τῆς πρ]ὸς ἀλλήλους φιλοτ[ιμί]ας· ἐποιήσα- |
το δὲ καὶ τὰς ἐξόδους [αὐ]τῶν ἐν ὅπλ[οις ἐ]πί τε [τὰ φρούρια καὶ] τὰ ὅρια τῆς Ἀττικῆς [οὐδεμίαν κακοπαθί]αν ὑ[φι]δόμενος καὶ ἐκαλ[λι]έρησεν ὑπὲρ | |
τοῦ δήμου ἐπὶ τῶν κα[τ]ὰ τὴν χώρα[ν ἱε]ρῶν· ἔθυσε[ν δὲ καὶ τ]ὰς ἄλλας θυσίας τοῖς [θεοῖς μ]ετ’ ἀυτῶν ἁπάσας καὶ ἐκαλλιέρησ[εν, κ]αὶ ἐπῃνέθη | |
ὑπό τε τῆς βουλῆς καὶ τ[ο]ῦ δήμου ἐπὶ ταῖς γεγονεί[αις μετ’ αὐτῶν] εὐσεβῶς καὶ φιλοδ[όξως] 〚ου〛 θυσίαις· ἔθυσεν δὲ καὶ τοῖς εὐεργέτ[αι]ς οἷς καθῆκον | |
ἦν· ἤγαγεν δὲ καὶ ἐπὶ τὸ [ἐ]μ Μ[αρ]αθῶνι πολυάνδρε[ιον καὶ ἐστεφ]άνωσαν καὶ ἐνήγ[ισ]αν τοῖς κατὰ πόλεμον τελευτήσασιν ὑπ[ὲρ] τῆς ἐλευθε- | |
70 | ρίας· ἤγαγεν δὲ καὶ εἰς [τὸ Ἀμφιάρ]αον καὶ ἱστορήσαν[τες τὴν γεγονε]ῖαν τοῦ ἱεροῦ [ἀπὸ ἀρχ]αίω[ν] χρόνων ὑπὸ [τ]οῦ δήμου προστασίαν κ[αὶ] θύσαντες |
ἀπῆλθον αὐθημερεὶ εἰς [τὴν ἑ]αυτῶν χώραν· ἀπέπ[λευσεν δὲ καὶ] ἐπὶ τρόπ[αιον καὶ] ἔθυσεν [τ]ῶι Διὶ τῶι Τ[ροπ]αίωι· ἐποιήσατο δὲ καὶ ἁμίλλας | |
τῶν πλοίων ἐν ταῖς γ[ενομέ]ναις ἐ[μ Πειραι]εῖ θυ[σίαις καὶ πο]μπαῖς· ἔ[πλευσε]ν δὲ καὶ εἰς [Σ]αλαμῖνα τ[οῖ]ς Αἰαντείοις καὶ πομπεύσας καὶ | |
θύσας τῶι Αἴαντι ἐπη[ινέθη κα]ὶ ἐσ[τεφανώθη ὑπὸ τῶν τὴν νῆ]σον [κατοικού]ντων ἐπὶ τῶ[ι] εὐτάκτ[ως] καὶ εὐσχημόνως πεποιῆσθαι τὴν | |
ἐπιδημίαν· ὑπαπάντ[ησεν δὲ καὶ τ]ο[ῖς ἱεροῖς καὶ προέπεμψεν αὐτά, ὁμοίως] δὲ καὶ τῶι Ἰάκχωι· συνετέ[λ]εσεν δὲ τάς τε πομπὰς καὶ τὰς | |
75 | λαμπάδας· ἐποιήσατο δ[ὲ καὶ τοὺς] ἐν τοῖς γυμνασ[ίοις δρόμους, τοῖς τε φίλοις καὶ συμ]μάχοις Ῥωμα[ί]οις ἐποιήσατο τὰς ἀπαντήσεις· παρέπεμψε δὲ καὶ |
τὴν Παλλάδα Φαληροῖ κἀ[κεῖθεν συνεισή]γαγεν μετὰ φω[τός, ὁμοίως δὲ καὶ τὸν Διόνυσο]ν συνεισήγαγ[ε]ν εἰς τὸ θέατρον· ἐφήδρευσεν δὲ καὶ ταῖς ἐκκλησί- | |
αις ἐν ὅπλοις εὐτακτοῦν[τας τοὺς ἐφήβο]υς παρεχόμενο[ς· ἐποιήσατο δὲ καὶ τὰς ἀποδε]ίξεις αὐτῶν [τῆι] βουλῆι ἔν τε τοῖς Θησείοις καὶ Ἐπιταφ[ί]οις καὶ τοὺς κα- | |
θήκοντας δρόμους συν[ετέλεσε]ν, ὁμοίως δὲ ἀπ[ήντησεν(?) καὶ τοῖς Διισωτ]ηρίοις· ἐπο[ιήσ]ατο δὲ καὶ τὰς ἄρσεις τῶν βοῶν ἐπάνδρως ἔν τε Ἐλευ- | |
σῖνι τῆι θυσίᾳ καὶ τοῖς Πρ[οηροσίοις· ἤ]ρατο δὲ καὶ τοὺς [βοῦς ταῖς ἄλλαις θυσίαις· ἔδ]ωκεν δὲ μετὰ τῶν ἐφ[ή]βων κα[ὶ] εἰς τὴν φιάλην τῆι μητρὶ τῶν θε- | |
80 | ῶν τοῖς ἐπὶ ταῦτα καθ[εσταμέν]οις κατὰ τὸ ψήφ[ισμα τοῦ δήμου δραχμὰς ἑβδομήκοντα] καὶ ἄλλην φιάλην μετ’ αὐτῶν προσανέθηκ[ε]ν ἀ[ργυ]ρᾶν ἐν τῶι ἐν |
Ἐλευσῖνι ἱερῶι· ἀνενεώ[σατο δὲ] διὰ πλειόνων ἐτ[ῶν καὶ τὴν ἐκλε]λοι[πυῖαν τοῦ ὀργάν]ου μ[άθ]ησιν καὶ χρῆσ[ιν] προτρεψάμενος αὐτοὺς ἐπί τε τῶι τῆς | |
πόλεως συμφέροντι κ[αὶ τῶι αὐ]τῶν ἐκείνων εὐ[σχήμον]ι θεραπ[εύσαντας ἐκ] τῶν ἰδίων ἕν[α τῶ]ν ἀρχαίων καταπαλτῶν καὶ τὰ ἐλλεί- | |
ποντα προσκατασκευά[σαντας] ποιεῖσθαι τὰς με[λέτας· ἐποιεῖτο] δὲ πρόνο[ιαν τοῦ δι]ατηρῆσαι τ[ὴν φιλοτι]μίαν αὐτῶν προσ[κ]αρτερῶν [καὶ] | |
προσεδρεύων ἐν ὅλω[ι τῶι ἐνιαυ]τῶι καὶ συνεσχό[λασεν το]ῖς μαθήμ[α]σ[ιν αὐτ]ῶν καὶ εὐτά[κτως ἄρξα]ς καὶ τἆλλα τὰ κατὰ τὴν ἀρχὴν [καλῶς] | |
85 | καὶ δικαίως διεξήγαγε[ν ἴσως κ]αὶ ὁμοίως πάντων ἄρξα[ς, καὶ διε]τήρησεν [αὐ]τοὺς ὁμονοοῦ[ντας καὶ ὑγιαίν]οντας καὶ τὴν πρὸς ἀλλήλους [φιλίαν] |
συντηροῦντας πατρ[ικ]ὴν ἅ[π]ασι προσφερόμενος εὔ[νοιαν· ἀν]θ’ ὧν αὐτὸ[ν κα]ὶ οἱ ἔφηβοι ἐσ[τ]εφάνω[σαν] χρυσῶι στεφάνω[ι καὶ] εἰκ[όνι χαλ]- | |
κῇ ὄντες ἀκόλουθοι τῆι διὰ προγόνων παραδεδομέν[ηι τοῖς] Ἀθηνα[ίοι]ς εὐχαριστία[ι κ]αὶ ἀποδ[εικνύ]μενοι τὴν γεγο[νεῖα]ν εἰς αὐ- | |
τοὺς ἐν ὅλω[ι τ]ῶι ἐνιαυτῶι καλοκαγαθίαν καὶ εὔνοιαν· [ἔδωκεν] δὲ κ[αὶ τ]ὰς εὐθύνας [κα]τὰ τὸν νόμο[ν· ἵ]να οὖν καὶ ἡ βουλὴ [καὶ] ὁ δῆμος φαν- | |
[εροὶ ὦσιν τιμῶν]τες καταξίως τοὺς φιλαγαθοῦντας τ[ῶν κοσμ]ητῶν καὶ ἄρχοντας δικαίως καὶ κατὰ το[ὺ]ς νόμους καὶ ἀποδε[ικ]νυμένους τὴν | |
90 | [πρὸς τὸν δῆμον εὔνοιαν], γίνωνται δὲ κα[ὶ] ἄλλοι ζηλωταὶ τῶ[ν αὐτῶν], ἀγαθῆι τύχηι δεδόχθα[ι] τῆι βουλῇ, τοὺς λαχόντας προέδρο[υς] εἰς τὴν ἐπιοῦ- |
[σαν ἐκκλησίαν χρ]ηματίσαι περὶ τούτων, γνώμην δὲ [ξυμ]β[άλλ]εσθαι τῆς [βου]λῆς ε[ἰ]ς τὸν δῆμον ὅτι δο[κεῖ] τῆι βουλ[ῆι], ἐπαινέσαι τὸν κοσ- | |
[μητὴν τῶν ἐφήβω]ν τῶν ἐπὶ Δημητρίου ἄρχοντος Διονύσιο[ν Σ]ωκρά[του Φυλά]σιον καὶ στεφανῶσαι χρυσ[ῶ]ι στεφά[ν]ωι κατὰ τὸν νόμον | |
[ἀρετῆς ἕνεκα καὶ δ]ικαιοσύνης ἣν ἔχων διε[τ]έλεσεν εἴς τ[ε τὴν βουλὴν κ]αὶ τὸν δῆμον, καὶ ἀνειπ[εῖν] τὸν στέ[φ]ανον τοῦτον Διονυσί- | |
[ων τε τῶν ἐν ἄστει] καινοῖς τραγῳδοῖς κα[ὶ] Παναθηναίων καὶ Ἐλευ[σινίων τοῖς γυμνικ]οῖς [ἀγῶσιν· τῆς δὲ ἀ]ναγορε[ύ]σεως τοῦ στεφάνου ἐπι- | |
95 | [μεληθῆναι τοὺς στρ]ατηγούς· ἐπικεχωρῆσθαι δὲ Διονυσίωι καὶ τ[ὴν ἀνάθεσιν τῆς εἰκόνος ποιήσασθαι ἧι ἐστεφάνω]σαν αὐτὸν οἱ ἐφηβεύσαντες οὗ |
[οἱ νόμοι οὐκ ἀπαγορεύου]σιν· εἶναι δὲ αὐτῶι καὶ ἄλλο ἀγαθὸν [εὑ]ρέσθ[αι παρὰ τοῦ δήμου οὗ ἂν] δοκῇ ἄξιος εἶναι. ἀναγράψαι | |
[δὲ τόδε τὸ ψήφισμ]α τὸν γραμματέα τὸν κατὰ πρυτα[νείαν ἐν στήλαις λιθίναις δυσὶν καὶ στῆσαι μ]ίαν μὲν ἐν ἀγορᾶι, τὴν δὲ ἑτέ- | |
[ραν οὗ ἂν ἐπιτήδ]ειον εἶναι φαίνηται· [ε]ἰς δὲ τὴν [ἀν]αγ[ρ]αφὴν [καὶ τὴν ἀνάθεσιν τῶν στηλῶν τὸ γενό]μενον ἀνάλωμα μερίσαι | |
[τὸν ταμίαν] τῶν στρατιωτικῶν. | |
col. I.100 | ἡ βουλὴ ὁ δῆμ[ο]ς |
in corona: | |
τοὺς | |
[ἐφήβους] | |
col. II.100 | ἡ βουλὴ ὁ [δ]ῆμος |
τὸν κοσμ[η]τὴν | |
101a | in corona: |
102 | Διονύσιον |
Σωκράτου | |
Φυλάσιον | |
col. III.100 | [οἱ ἔφηβοι?] |
in corona: | |
[τὸν κοσμη]τὴν | |
[Διο]νύσιον | |
Σωκράτου | |
105 | [Φ]υλάσιον |
col. IV.100 | [ὁ δ]ῆμος τὸν κοσμητὴν |
100a | in corona: |
101 | Διονύσιο[ν] |
Σωκράτου | |
Φυλάσιον | |
καὶ τοὺς | |
105 | ἐφήβους |
col. V.100 | ἡ βουλὴ ὁ δῆμος |
in corona: | |
τοὺς | |
[ἐφήβ]ου[ς] | |
106 | [ο]ἱ ἐφηβεύσαντες [ἐπὶ Δημη]τρίου ἄρ[χον]τος· |
col. I.107 | [Ἐρεχ]θεῖδος |
— — — Ἀντιπάτρου Λαμπτρεύς | |
— — — — — — ρου ἐκ Κηδῶν | |
110 | [— — — — — — ο]υ Λαμπτρεύς |
— — — Ἑρμίου Λαμ[πτρε]ύς | |
[— — — Ἀπ]ολλωνίου Κηφισιεύ[ς] | |
— — — ς Ἐπιγένου Φηγούσιος | |
— — — ς Στεφάνου Κηφισιεύς | |
115 | Αἰγεῖδος |
— — — χος Κραταιμένου Φιλαΐδ[η]ς | |
— — — ος Διογένου ἐκ Κολων[οῦ] | |
— — δωρος Διονυσοδώρου Ἁλα[ιεύς] | |
— — — ς Ἄννωνος Ἰωνίδης | |
120 | — — — Ἄννωνος Ἰωνίδης |
— — ω[ρο]ς Μη[τρ]οδώρου Ἀραφή[νιος] | |
[— — — Μ]ητροδώ[ρ]ου Ἀραφήνι[ο]ς | |
— — — — χονος Ἰ[ων]ίδης? | |
[— — δ]ρος Εὐκλέους Ἀγκυλῆθε[ν] | |
125 | — — — ς Αἰσχρίωνος — — — |
[— — η]ς Εὐθυκλέους Βατῆθ[εν] | |
— — — τος [Ἡρ]ακλείδου Φηγαιεύ[ς] | |
Πανδιονίδος | |
[— — δ]οτος Ζη[νο]δότ[ου — — —] | |
130 | — — τος Διο — — — — — |
col. II.107 | Ἀθηνάδης Α — — δου Κυδαθηναιεύς |
Ἀμύντας Μ[— — ο]υ Παιανιεύς | |
Ποσειδώ[νιος — — κ]λέους [Παι]α[νι]ε[ύς] | |
110 | Λεω[ντίδος] |
Ἐπικλῆς Σ — — — ς Κρωπίδης | |
[Ἀπο]λλόδοτο[ς — — —]ου — — — | |
[Δι]οκλῆς Διοκ[λε— — — —] | |
[Ε]ὐκλῆς Ξεν[άνδρου Αἰθαλίδης] | |
115 | Ἡράκλειτος — — — — — — |
Λυσιμ[αχ — — — — Κήτ]τιος? | |
[Πτολ]εμαι[ΐδος] | |
[Δι]οχάρης Ε — — — — — εύς | |
Διονύσιος Δ[— — — Ἀ]φιδναῖος | |
120 | — — — — — νου Ἀφιδναῖος |
— — — Κλέω[νο]ς Βερενικίδης | |
— — — — οξε— — — — ης | |
— — — — μο[— Κ]ολωνῆθεν | |
— — — — — — Φλυεύς | |
125 | — — — — — — ς Θημακεύς |
[Ἀκαμαντ]ίδος | |
— — — — — ονος Κεφαλῆθεν | |
col. III.107 | Θρασύ[βουλος — — — — — —] |
Καλλισ — — — — — — — — | |
Ἀπολλω[ν — — — — — —] | |
110 | Μ․․ισ — — — — — — — |
— — — — — — — — — | |
Διο — — — — — — — — | |
Κα — — — — — — — — — ς | |
[Κεκροπίδος] | |
115 | ․․․․ένης — — — — — — |
Διόδωρος Δ — — — — — ος | |
Διον[ύ]σιο[ς — — — — — —] | |
Τιμογέ[ν]ης — — — — — — | |
Διοκλῆς Ἀγαθ — — — — — | |
120 | Λάχης Διονυσίου — — — |
Εὐρύβιος Μειδων — — — — | |
Γάϊος Μαάρκου Μελ[ιτεύς] | |
Πασικράτης Ἀγαθοκλ[έους Συπα]λήττιος | |
Ἱ[ππ]οθωντ[ίδο]ς | |
125 | Ἄροπος Ἀφροδι[σίου Ἀζηνιεύς] |
Ξενόδικος Λυσι[μάχου — — —] | |
Ἵπποκλος Διογένου Κε[ιριάδης] | |
col. IV.107 | [Γ]άϊος Γαΐου Πειραιεύς |
Ἀριστοτέλης Ἀφροδισίου Πειραι[εύς] | |
Ἀθηναγόρας Ἀθηναγόρου Πειραι[εύς] | |
110 | Σωσιφάνης [Κ]ρινολάου Ἁμαξαντε[ύς] |
Εὐθύκριτος Θεαινέτου Ἀχερδούσι[ος] | |
Εὔβου[λος] Ἀγαθάνακτο[ς] Ἐλαιούσιο[ς] | |
Στρατόνικος Στρατονίκου Ἁμαξαν[τεύς] | |
Εὐθίας Ἀντιμένου Ἁμαξαντεύ[ς] | |
115 | Θεόφημος Πρωτογένου Ἁμαξαν[τεύς] |
Δημήτριος Νικοδήμου Ἁμαξαντε[ύς] | |
Θεόφιλος Ἱερωνύμου Ἀζηνιεύς | |
Δωρόθεος Δωροθέου Ἐροιάδης | |
Ἀπολλώνυμος Ἀπολλωνύμου Ἐλαι[ούσιος] | |
120 | [Ἄνδρ]ος Ἄνδρου Ἀζηνιεύς |
Ἀλεξίων [— — — ο]υ Ἀζηνιεύς | |
Νίκων Με — — — — — | |
Θεόδοτ[ος — — — — — —] | |
Ἰάσων — — — — — — | |
125 | Ἀνθεσ[τήριος — — — — — —] |
col. V.107 | [— — — Δ]ιονυσίου Παλλην[εύς] |
— — — — — ρίωνος Σημαχίδ[ης] | |
[— — — Δημ]ητρίου Ἀναφλύστ[ιος] | |
110 | [— — — Κα]λλικλέους — — — |
col. II.130a | in corona: |
131 | [Ἀσκλη]πιάδην |
[Μαραθώνι]ον | |
col. II/III.130a | in corona: |
131 | Νίκανδρον |
Εὐωνυμέα | |
col. III.130a | in corona: |
131 | Καλχηδό[να] |
Περιθοίδην | |
col. IV.130a | in corona: |
131 | Σάτυρον |
Ἁλιμούσιον | |
col. V.130a | in corona: |
131 | Ἱέρω[να] |
Ἀναγυ[ράσιον] |