[ ] Att. — non-stoich. — 122/1 — IG II² 1006 Add. (pt. 1.2 p. 670)
1             θ[ε]οί.
ἐπὶ Νικ[ο]δήμου ἄρχοντος ἐπὶ τῆς Αἰγεῖδος τρίτης πρυτανείας, ᾗ Ἐπιγένης Ἐπιγένου Οἰναῖος ἐγραμ-
μάτευε[ν]· Βοιηδρομιῶνος ὀγδόῃ ἱσταμένου ἐμβολίμωι κατ’ ἄρχοντα, κατὰ θεὸν δὲ ἐνάτῃ ἱσταμένου,
ἐνάτῃ τῆς πρυτανείας· ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψήφιζεν Τίμων Θεοπόμ-
5 που Παιανιεὺς καὶ συν<πρό>εδροι· ἔδοξεν τῆι βουλῆι καὶ τῶ[ι] δήμωι· vvvvv Ἀφροδίσιος Ἀφροδισίου Ἀζηνιεὺς
εἶπεν· ἐπειδὴ οἱ ἔφηβοι οἱ ἐπὶ Δημητρίου ἄρχοντος θύσαντες ταῖς ἐγγραφαῖς ἐν τῶι πρυτανείωι ἐπὶ
τῆς κοινῆς ἑστίας τοῦ δήμου μετά τε τοῦ κοσμ[η]τοῦ καὶ τοῦ ἱερέως τοῦ Δήμου καὶ τῶν Χαρίτων καὶ
τῶν ἐξηγητῶν κατὰ τοὺς νόμους καὶ τὰ ψηφίσματα τοῦ δήμου ἐπόμπευσαν τῇ Ἀρτέμιδι τῇ Ἀγρο-
τέραι, ἀπήντησαν δὲ καὶ τοῖς ἱεροῖς καὶ προέπεμψ[α]ν αὐτά, ὁμοίως δὲ καὶ τὸν Ἴαχχον· ἤραντο δὲ καὶ τοὺς βοῦς το[ὺς]
10 ἐν Ἐλευσῖνι τῆι θυσίαι καὶ τοῖς Προηροσίοις καὶ τοὺς ἐν τοῖς ἄλλοις ἱεροῖς καὶ γυμνασίοις καὶ τοὺς δρόμους συνετέλε-
[σ]αν, συνεπόμπε[υ]σαν δὲ καὶ τὰς πομπὰς καὶ τὰς λαμπάδας ἔδραμον τὰς καθηκούσας· συνεξήγαγον δὲ καὶ τὴν Παλλάδα
Φαληροῖ κἀκεῖθεν πάλιν συνεισήγαγον μετὰ φωτὸς μετὰ πάσης εὐκοσμίας, εἰσήγαγον δὲ [κ]αὶ τὸν Διόνυσον ἀπὸ τῆς ἐσχά-
ρας εἰς τὸ θέατρον μετὰ φωτὸς καὶ ἔπε[μ]ψαν τοῖς Διονυσίοις ταῦρον ἄξιον τοῦ θεοῦ ὃν καὶ ἔθυσαν ἐν [τ]ῶι ἱερῶι τῆι πομπῆι· ἐφ’ ᾧ
καὶ ἐστεφανώθησαν ὑπὸ τοῦ δήμου· συντ[ελ]ουμένης δ[ὲ] καὶ τῆς θυσίας τῆι Ἀθηνᾶι τῆι Νίκῃ συνεπόμπευσαν καλῶς καὶ εὐσχημό-
15 νως βοῦν συνπέμψα[ν]τες ἣν καὶ ἔθυσαν ἐν ἀκροπόλει τῆ[ι θ]εῶι, συνετέλεσαν δὲ καὶ τὰς ἄλλας θυσίας τὰς καθηκούσα[ς τοῖς θε]-
οῖς καὶ τοῖς εὐεργέτ[αι]ς ἀκολούθως τοῖς τε νόμοις καὶ τοῖς [ψηφίσ]μασιν· διετέλεσαν δὲ καὶ εἰ[ς] τὰ γυμνάσια δι’ ὅ[λο]υ το[ῦ ἐνιαυτοῦ]
παραγινόμενοι καὶ τῶι κοσμητῆι πιθαρχοῦντες, μέγιστον [δὲ νομίσαν]τες καὶ ἀναγκαιότατον εἶνα[ι] τὴν εὐταξίαν πε[ριποι]ῆσαι τῶν
ὑπὸ τοῦ δήμου προστεταγμένων μαθ[η]μάτων ἀνένκλητο[ι δι]ετέλεσαν γεγονότες καὶ πειθαρχοῦντε[ς] το[ῖς παραγγε]λλομένοις
ὑπό τε τοῦ κοσμητοῦ καὶ τῶν διδασ[κάλ]ων· προσεκαρτ[έ]ρησαν δὲ καὶ Ζηνοδότωι σχολ[άζ]οντε[ς ἔν τε] τῶι Πτολεμαίωι καὶ
20 ἐν Λυκείωι, ὁμοίως δὲ καὶ τοῖς ἄλλοις [φιλο]σόφοις ἅπασι[ν] τοῖς τε ἐν Λυκείωι καὶ ἐν Ἀκαδημ[ίαι δι’ ὅλου τοῦ ἐ]νιαυτοῦ· ἐφήδρευσαν
δὲ καὶ ταῖς ἐκ<κ>λησίαις ἐν ὅπλοις ε[ὐτάκτ]ως· ἀπήντων δὲ διὰ παντὸς τοῖς παραγ[ε]ινομ[ένοις φίλοις] καὶ εὐεργ[έ]ταις Ῥωμαίοις·
ἐποιήσαντο δὲ καὶ τοῖς Ἐπιταφίοις δρό[μο]ν ἐν ὅπλοις τόν τε ἀπὸ τοῦ πολυανδρείου καὶ τ[οὺς ἄλλους] τοὺς καθή[κοντα]ς, καὶ ἀπε-
δείξαντο ἐν τοῖς ὅπλοις τοῖς τε Θησείοις καὶ Ἐπιταφίοις· ἔδωκαν δὲ καὶ εἰς τὴν φι[άλην τῆι μητρὶ] τῶν θεῶν τ[οῖ]ς ἐπὶ [τα]ῦτα
καθεσταμένοις κατὰ τὸ ψήφισμα τοῦ δήμου δραχμὰς ἑβδομήκοντα καὶ προσανέθηκαν ἑτέ[ραν ἐν τῶι] ἐν Ἐλευσῖνι ἱερῶι· ἐξῆλθο[ν δὲ]
25 καὶ ἐπὶ τὰ τῆς Ἀττικῆς ὅρ[ι]α ἐν ὅπλοις καὶ τῆς τε χώρας καὶ τῶν ὁδῶν ἔμπειροι ἐγένοντο, εἴς [τε — — — παρεγένον]το καὶ τὰ ἱερὰ τὰ κατὰ τὴν χώραν
ἐν οἷς διετέλουν θύοντες καὶ καλλιεροῦντες ὑπὲρ τοῦ δήμου· πα[ρ]αγενόμενοι δὲ [ἐπὶ τὸ ἐμ Μαραθῶνι πολυ]άνδρειον ἐστεφάνωσάν τε καὶ ἐνήγισαν
τοῖς κατὰ πόλεμον τελευτήσασιν ὑπ[ὲ]ρ τῆς Ἐλευθερίας, παρε[γ]ένο[ντο] δ[ὲ καὶ εἰς τὸ Ἀμφιάραον καὶ ἱ]σ[τόρησαν] τὴν γεγονεῖαν ἐκ παλαιῶν χρόνων ὑπὸ
τῶν πατέρων τοῦ ἱεροῦ [κ]υριείαν καὶ θ[ύ]σαντες ἀπῆ[λ]θον αὐθ[ημερεὶ εἰς τὴν ἑαυτῶν χώρ]αν· ἀνέπλευσαν δ[ὲ καὶ] ἐπὶ τρόπαιον καὶ ἔθυσαν τῶι Διὶ τῶι Τρο-
[πα]ίωι καὶ τῆι πομπεῖ τῶν μεγάλ̣ων θεῶν ἐποιήσαντο τ[ῶν πλοίων τὴν ἅμιλλαν· π]εριέπλευσαν δὲ καὶ [τοῖς Μου]νιχίοις εἰς τὸν λιμένα τὸν ἐμ Μου-
30 [νιχίαι ἁμ]ιλλώ[μεν]οι. ὁμ[ο]ίως δὲ καὶ τοῖς Διϊσωτηρίοι[ς]· ἀπ[έπλευσαν δὲ καὶ ἐπὶ τὰ Αἰ]άντεια κἀκεῖ [π]οιησάμ[ενοι ἅμ]ιλλαν τῶν πλοίων καὶ πομπεύ-
[σαντε]ς καὶ θύσαν[τες τ]ῶι Αἴαντι ἐπῃνέθησαν ὑπ[ὸ τοῦ δήμου τοῦ Σαλαμινίω]ν καὶ ἐστεφ[αν]ώθησ[αν] χ[ρ]υσῶι σ[τεφά]νῳ ἐπὶ τῶι εὐτάκτως καὶ
[εὐσ]χημόνως πεποιῆσθ[αι] τὴν ἐπιδ[η]μίαν· [σ]υν[ετήρησαν δὲ καὶ τὴν πρὸς ἀλλήλ]ους ὁμόνο[ια]ν καὶ φιλίαν ἐν ὅλωι τῶι [ἐνιαυτ]ῶι ἀστασίαστοι γενόμε-
[νοι κ]ατὰ τὴν τοῦ κοσμητ[ο]ῦ προαίρ[εσιν· ἐποι]ήσαντο [δὲ καὶ τὴν ὑπόδειξιν τῆι βου]λῆι τὴ[ν] καθήκουσαν κατὰ τὸν νόμον· φιλαγ[άθως] δὲ ἔχοντες πρὸς
[ἅ]παντα τὰ καλὰ καὶ βουλ[όμ]ε[νοι] τῆι τοῦ κοσμητοῦ [προαιρέσει ἀκολούθως πράττειν ἐπὶ τῶ]ι τῆς πόλεως συμφέροντι καὶ τῶι ἑαυτῶν [εὐσχ]ήμονι καταπάλ-
35 την λιθοβόλον ἕνα τῶν ἀρ[χαίων ἐ]κ τῶν ἰδίων ἐθε̣ρά[πευσαν καὶ τὰ ἐλλείπον]τα προσκατασκευάσαντες ἀνενεώσαντο διὰ πλειόνων ἐτ[ῶν]
τήν τε χρῆσιν τοῦ ὀργάνο[υ καὶ μάθησιν], ἀνέμαθόν τε τὴν τ — — — — — καὶ τὴν μελέτην ἐποιοῦντο· διετέλεσαν δὲ καὶ ἐν τοῖς λοιποῖς
ἀνεγκλήτως ἀναστρεφ[όμενοι κ]αὶ φροντίζοντες τ̣— — — — — — —α̣ τοῖς ἰδίο[ις ․․․․]ις· ὅπως οὖν ἥ τε βουλὴ καὶ ὁ δῆμος φαίνωνται τιμ[ῶν]-
τες τοὺς ἀξίους καὶ πειθ[αρχοῦν]τας τοῖς τε νόμοις [καὶ τοῖς ψηφίσμα]σιν καὶ τῶ[ι κοσμητ]εῖ ἐκ τῆς πρώτης ἡλικίας· ἀγαθῆι τύχηι δεδόχθαι [τῆι]
βουλῆι τοὺς λαχόντας π[ροέδρου]ς εἰς τὴν ἐπιοῦσαν [ἐκκλησίαν χ]ρη[μ]ατίσαι περὶ τούτ[ων, γν]ώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν
40 δῆμον ὅτι δοκεῖ τῆι βουλ[ῆι, ἐπα]ινέσαι τοὺς ἐφήβο[υς τοὺς ἐπ]ὶ Δημητρίου ἄρχοντος [καὶ στ]εφανῶσαι αὐτοὺς χρυσῶι στεφάνωι εὐσεβεί-
ας ἕνεκεν τῆς πρὸς τοὺς [θεοὺ]ς καὶ εὐταξίας [ἧς ἔχοντ]ες διατετελέκασιν ἐν ὅλωι τῶι ἐνιαυτῶι καὶ φιλοτιμίας τῆς εἰς τὴν βου-
λὴν καὶ τὸν δῆμον, καὶ ἀνει[πεῖ]ν τὸν στέφανο[ν τοῦτον] Διονυσίων τε τῶν ἐν ἄστει καινοῖς τ[ραγωιδοῖ]ς καὶ Παναθηναίων καὶ Ἐλευσι-
νίων τοῖς γυμνικοῖς ἀγῶσ[ιν]· τῆς δὲ ἀναγορ[εύσεω]ς τοῦ στεφάνου ἐπιμεληθῆναι τοὺς στ[ρατη]γοὺς καὶ τὸν ταμίαν τῶν στρατιω-
〚τιω〛τικῶν {²⁶στρατιωτικῶν}²⁶. ἐπαινέσαι δὲ καὶ τοὺς διδασκά[λου]ς τόν τε παιδοτρίβην Τίμωνα Τιμάρχου Βουτάδην καὶ τὸν ὁπλομάχον Σάτυρον Ἡρα-
45 κλείδου Κηφισιέα καὶ τὸν [ἀκο]ντιστὴν Νίκανδ[ρο]ν Δημητρίου Ε[ὐ]ωνυμέα καὶ τὸν τοξότην Ἀσκληπιάδην Ἀριστοκράτους Μαραθώνιον
καὶ τὸν καταπαλταφέτη[ν] Καλχηδόνα Καλχ[η]δόνος Περιθο[ί]δ[η]ν καὶ τοὺς ὑπηρέτας Σάτυρον Ἀπολλωνίου Ἁλιμούσιον, Ἱέρωνα
Ἡρακλείδου Ἀναγυράσιο[ν], Ἀθήναιον Ἰσιδώρου Ἁλαιέα καὶ στεφανῶσαι ἕκαστον αὐτῶν θαλλοῦ στεφάνωι. ἀναγράψαι δὲ τόδε τὸ ψή-
φισμα τὸν γραμματέα τ[ὸ]ν κατὰ πρυτανεί[α]ν ἐν στή[λαις] λιθίναις δυσὶν καὶ στῆσαι μίαν μὲν ἐν ἀγορᾶι, τὴν δ’ ἑτέραν οὗ ἂν ἐπιτήδειον
εἶναι φαίνηται, εἰς δὲ τὴ[ν ἀν]αγραφὴν καὶ τὴν ἀνάθε[σιν] τῶν στηλῶν τὸ γενόμενον ἀνάλωμα μερίσαι τὸ[ν ταμία]ν τῶν στρατιωτικῶν.
50 ἐπὶ Νικοδήμου ἄρχοντος ἐπὶ [τ]ῆς Ἀντιοχίδος τετ[άρ]της πρυταν[ε]ίας, ἧι Ἐπιγένης Ἐπιγένου Οἰναῖος ἐγραμμάτευεν· Πυαν[οψιῶνος] ἑνδεκάτηι, δεκάτηι
τῆς πρυτανείας· ἐκκλη[σία] κυρία ἐν τῶι θε[άτ]ρωι· τῶν προέδρων ἐπεψήφιζεν Θεοτέλης Εὐκλείδου Θριάσιος καὶ συ[νπρόε]δροι· ἔδοξεν τῆι βου-
λῆι καὶ τῶι δήμωι· Ἀφροδ[ί]σιος Ἀφροδισίου [Ἀζ]ηνιεὺς εἶπεν· ἐπειδὴ διὰ παντὸς ὁ δῆμος τὴν πλείστην σπουδ[ὴν ποι]εῖται τῆς τῶν ἐφή-
βων ἀγωγῆς καὶ εὐταξίας βουλόμενος το[ὺ]ς ἐκ τῶν πα[ί]δων μεταβαίνοντας εἰς τοὺς ἄνδρας ἀγαθοὺς γίνεσθαι τῆς πατρίδος διαδ[ό]-
χους καὶ προσέταξεν διὰ τῶν νόμω[ν] τ[ῆ]ς τε χώρας κα[ὶ] τῶν φρουρίων καὶ τῶν ὁρίων τῆς Ἀττικῆς ἐμπείρους γίνεσθαι ἔν τε τοῖς ὅπλοις
55 τὴν εἰς πόλεμον ἀνήκουσαν ἄσκησι[ν ποιεῖ]σθαι, καὶ διὰ τὴν τοιαύτην ἀγωγὴν καλλίστοις καὶ σεμνοτάτοις τροπαίοις τὴν πόλιν ἐστεφά[νω]-
σεν, δι’ ἣν αἰτίαν καὶ κοσμη[τ]ὴν καθίστησ[ιν ἐκ] τῶν ἄριστα βε[βι]ωκότων, ἐφ’ οἷς κα[ὶ] ὁ κατασταθεὶς κοσμητὴς Διονύσιος Σ[ω]κράτου Φυλάσιο[ς]
εἰς τὸν ἐνιαυτὸν τὸν ἐπὶ Δημητρίου ἄρχοντος παραλαβὼν τ[ὴν ἐγ]χειρισθεῖσαν ἑαυτῶι πίστιν ὑπὸ τοῦ δήμου τῶν ἐφήβων ἔθυσεν ἐ[ν τ]αῖς
ἐγγραφαῖς μετ’ αὐτῶν ἐπὶ τῆς κοινῆς ἑστίας κατὰ τὰ πάτ[ρια, ἐ]πόμπευσεν δὲ καὶ τῇ Ἀρτέμιδι τῆι Ἀγροτέραι· μέγιστον δὲ νομ[ίσ]ας
εἶναι κόσμον τῆι πατρίδι τὴ[ν] εὐταξίαν αὐτῶν καὶ ἀνδρείαν [κ]α[τε]σκεύασεν αὑτὸν ἄξιον τῆς τοῦ δήμου προαιρέσεως πρέπουσαν ἑαυ-
60 τῶι ἀγωγὴν ποιησάμενο[ς] καὶ ἀξίαν τ[ο] [τ]ε δήμου καὶ αὐτῶν τῶν ἐφήβων, ἄγων αὐτοὺς δι’ ὅλου τοῦ ἐνιαυτοῦ εἰς τὰ γυμνάσια κα[ὶ] ποιού-
μενος αὐτῶν πᾶσι φανε[ρὰ]ν τὴν ἐπιστ[ασ]ίαν καὶ τὸ πρέπο[ν] συντηρῶν καὶ ἀν[ε]γκλήτους αὐτοὺς πα[ρεχόμενος]. ἐν ὅλῳ τῶι ἐνιαυτῶι καὶ πει-
θαρχοῦντας τοῖς παραγγελλομένοις ὑπ[ό τ]ε τῶν στρατη[γ]ῶν καὶ ἑαυτοῦ καὶ τῶν [δι]δασκάλων· προ[ενοήθη δὲ καὶ τῆς πα]ιδείας αὐτῶ[ν] ἐν ἅπασιν
καὶ σωφροσύνης τοῖς [φιλο]σόφοις αὐτοὺς [π]αρακαθίζων [καὶ σ]χολάζων ἅπασιν τοῖς [— — — — — — — — — — — δι’ ὅλου τοῦ] ἐνιαυτοῦ·
ὁμοίως δὲ καὶ τ[ῆς ἐν τοῖς] γράμμασιν [αὐ]τῶν ὠ[φελίας ἐφρόν]τισε σχολάζων Ζηνοδ[ότωι — — — — — — — — — — —]ς μελέτας
65 καὶ γυμνασίας, ὁμ[οίως δ]ὲ καὶ ἐν τοῖς [κατ]απα[λταφεσίας ἀσ]κήμασιν ποιούμενος αὐ[τῶν πρόνοιαν τῆς πρ]ὸς ἀλλήλους φιλοτ[ιμί]ας· ἐποιήσα-
το δὲ καὶ τὰς ἐξόδους [αὐ]τῶν ἐν ὅπλ[οις ἐ]πί τε [τὰ φρούρια καὶ] τὰ ὅρια τῆς Ἀττικῆς [οὐδεμίαν κακοπαθί]αν ὑ[φι]δόμενος καὶ ἐκαλ[λι]έρησεν ὑπὲρ
τοῦ δήμου ἐπὶ τῶν κα[τ]ὰ τὴν χώρα[ν ἱε]ρῶν· ἔθυσε[ν δὲ καὶ τ]ὰς ἄλλας θυσίας τοῖς [θεοῖς μ]ετ’ ἀυτῶν ἁπάσας καὶ ἐκαλλιέρησ[εν, κ]αὶ ἐπῃνέθη
ὑπό τε τῆς βουλῆς καὶ τ[ο]ῦ δήμου ἐπὶ ταῖς γεγονεί[αις μετ’ αὐτῶν] εὐσεβῶς καὶ φιλοδ[όξως] 〚ου〛 θυσίαις· ἔθυσεν δὲ καὶ τοῖς εὐεργέτ[αι]ς οἷς καθῆκον
ἦν· ἤγαγεν δὲ καὶ ἐπὶ τὸ [ἐ]μ Μ[αρ]αθῶνι πολυάνδρε[ιον καὶ ἐστεφ]άνωσαν καὶ ἐνήγ[ισ]αν τοῖς κατὰ πόλεμον τελευτήσασιν ὑπ[ὲρ] τῆς ἐλευθε-
70 ρίας· ἤγαγεν δὲ καὶ εἰς [τὸ Ἀμφιάρ]αον καὶ ἱστορήσαν[τες τὴν γεγονε]ῖαν τοῦ ἱεροῦ [ἀπὸ ἀρχ]αίω[ν] χρόνων ὑπὸ [τ]οῦ δήμου προστασίαν κ[αὶ] θύσαντες
ἀπῆλθον αὐθημερεὶ εἰς [τὴν ἑ]αυτῶν χώραν· ἀπέπ[λευσεν δὲ καὶ] ἐπὶ τρόπ[αιον καὶ] ἔθυσεν [τ]ῶι Διὶ τῶι Τ[ροπ]αίωι· ἐποιήσατο δὲ καὶ ἁμίλλας
τῶν πλοίων ἐν ταῖς γ[ενομέ]ναις ἐΠειραι]εῖ θυ[σίαις καὶ πο]μπαῖς· ἔ[πλευσε]ν δὲ καὶ εἰς [Σ]αλαμῖνα τ[οῖ]ς Αἰαντείοις καὶ πομπεύσας καὶ
θύσας τῶι Αἴαντι ἐπη[ινέθη κα]ὶ ἐσ[τεφανώθη ὑπὸ τῶν τὴν νῆ]σον [κατοικού]ντων ἐπὶ τῶ[ι] εὐτάκτ[ως] καὶ εὐσχημόνως πεποιῆσθαι τὴν
ἐπιδημίαν· ὑπαπάντ[ησεν δὲ καὶ τ]ο[ῖς ἱεροῖς καὶ προέπεμψεν αὐτά, ὁμοίως] δὲ καὶ τῶι Ἰάκχωι· συνετέ[λ]εσεν δὲ τάς τε πομπὰς καὶ τὰς
75 λαμπάδας· ἐποιήσατο δ[ὲ καὶ τοὺς] ἐν τοῖς γυμνασ[ίοις δρόμους, τοῖς τε φίλοις καὶ συμ]μάχοις Ῥωμα[ί]οις ἐποιήσατο τὰς ἀπαντήσεις· παρέπεμψε δὲ καὶ
τὴν Παλλάδα Φαληροῖ κἀ[κεῖθεν συνεισή]γαγεν μετὰ φω[τός, ὁμοίως δὲ καὶ τὸν Διόνυσο]ν συνεισήγαγ[ε]ν εἰς τὸ θέατρον· ἐφήδρευσεν δὲ καὶ ταῖς ἐκκλησί-
αις ἐν ὅπλοις εὐτακτοῦν[τας τοὺς ἐφήβο]υς παρεχόμενο[ς· ἐποιήσατο δὲ καὶ τὰς ἀποδε]ίξεις αὐτῶν [τῆι] βουλῆι ἔν τε τοῖς Θησείοις καὶ Ἐπιταφ[ί]οις καὶ τοὺς κα-
θήκοντας δρόμους συν[ετέλεσε]ν, ὁμοίως δὲ ἀπ[ήντησεν(?) καὶ τοῖς Διισωτ]ηρίοις· ἐπο[ιήσ]ατο δὲ καὶ τὰς ἄρσεις τῶν βοῶν ἐπάνδρως ἔν τε Ἐλευ-
σῖνι τῆι θυσίᾳ καὶ τοῖς Πρ[οηροσίοις· ἤ]ρατο δὲ καὶ τοὺς [βοῦς ταῖς ἄλλαις θυσίαις· ἔδ]ωκεν δὲ μετὰ τῶν ἐφ[ή]βων κα[ὶ] εἰς τὴν φιάλην τῆι μητρὶ τῶν θε-
80 ῶν τοῖς ἐπὶ ταῦτα καθ[εσταμέν]οις κατὰ τὸ ψήφ[ισμα τοῦ δήμου δραχμὰς ἑβδομήκοντα] καὶ ἄλλην φιάλην μετ’ αὐτῶν προσανέθηκ[ε]ν ἀ[ργυ]ρᾶν ἐν τῶι ἐν
Ἐλευσῖνι ἱερῶι· ἀνενεώ[σατο δὲ] διὰ πλειόνων ἐτ[ῶν καὶ τὴν ἐκλε]λοι[πυῖαν τοῦ ὀργάν]ου μ[άθ]ησιν καὶ χρῆσ[ιν] προτρεψάμενος αὐτοὺς ἐπί τε τῶι τῆς
πόλεως συμφέροντι κ[αὶ τῶι αὐ]τῶν ἐκείνων εὐ[σχήμον]ι θεραπ[εύσαντας ἐκ] τῶν ἰδίων ἕν[α τῶ]ν ἀρχαίων καταπαλτῶν καὶ τὰ ἐλλεί-
ποντα προσκατασκευά[σαντας] ποιεῖσθαι τὰς με[λέτας· ἐποιεῖτο] δὲ πρόνο[ιαν τοῦ δι]ατηρῆσαι τ[ὴν φιλοτι]μίαν αὐτῶν προσ[κ]αρτερῶν [καὶ]
προσεδρεύων ἐν ὅλω[ι τῶι ἐνιαυ]τῶι καὶ συνεσχό[λασεν το]ῖς μαθήμ[α]σ[ιν αὐτ]ῶν καὶ εὐτά[κτως ἄρξα]ς καὶ τἆλλα τὰ κατὰ τὴν ἀρχὴν [καλῶς]
85 καὶ δικαίως διεξήγαγε[ν ἴσως κ]αὶ ὁμοίως πάντων ἄρξα[ς, καὶ διε]τήρησεν [αὐ]τοὺς ὁμονοοῦ[ντας καὶ ὑγιαίν]οντας καὶ τὴν πρὸς ἀλλήλους [φιλίαν]
συντηροῦντας πατρ[ικ]ὴν ἅ[π]ασι προσφερόμενος εὔ[νοιαν· ἀν]θ’ ὧν αὐτὸ[ν κα]ὶ οἱ ἔφηβοι ἐσ[τ]εφάνω[σαν] χρυσῶι στεφάνω[ι καὶ] εἰκ[όνι χαλ]-
κῇ ὄντες ἀκόλουθοι τῆι διὰ προγόνων παραδεδομέν[ηι τοῖς] Ἀθηνα[ίοι]ς εὐχαριστία[ι κ]αὶ ἀποδ[εικνύ]μενοι τὴν γεγο[νεῖα]ν εἰς αὐ-
τοὺς ἐν ὅλω[ι τ]ῶι ἐνιαυτῶι καλοκαγαθίαν καὶ εὔνοιαν· [ἔδωκεν] δὲ κ[αὶ τ]ὰς εὐθύνας [κα]τὰ τὸν νόμο[ν· ἵ]να οὖν καὶ ἡ βουλὴ [καὶ] ὁ δῆμος φαν-
[εροὶ ὦσιν τιμῶν]τες καταξίως τοὺς φιλαγαθοῦντας τ[ῶν κοσμ]ητῶν καὶ ἄρχοντας δικαίως καὶ κατὰ το[ὺ]ς νόμους καὶ ἀποδε[ικ]νυμένους τὴν
90 [πρὸς τὸν δῆμον εὔνοιαν], γίνωνται δὲ κα[ὶ] ἄλλοι ζηλωταὶ τῶ[ν αὐτῶν], ἀγαθῆι τύχηι δεδόχθα[ι] τῆι βουλῇ, τοὺς λαχόντας προέδρο[υς] εἰς τὴν ἐπιοῦ-
[σαν ἐκκλησίαν χρ]ηματίσαι περὶ τούτων, γνώμην δὲ [ξυμ]β[άλλ]εσθαι τῆς [βου]λῆς ε[ἰ]ς τὸν δῆμον ὅτι δο[κεῖ] τῆι βουλ[ῆι], ἐπαινέσαι τὸν κοσ-
[μητὴν τῶν ἐφήβω]ν τῶν ἐπὶ Δημητρίου ἄρχοντος Διονύσιο[ν Σ]ωκρά[του Φυλά]σιον καὶ στεφανῶσαι χρυσ[ῶ]ι στεφά[ν]ωι κατὰ τὸν νόμον
[ἀρετῆς ἕνεκα καὶ δ]ικαιοσύνης ἣν ἔχων διε[τ]έλεσεν εἴς τ[ε τὴν βουλὴν κ]αὶ τὸν δῆμον, καὶ ἀνειπ[εῖν] τὸν στέ[φ]ανον τοῦτον Διονυσί-
[ων τε τῶν ἐν ἄστει] καινοῖς τραγῳδοῖς κα[ὶ] Παναθηναίων καὶ Ἐλευ[σινίων τοῖς γυμνικ]οῖς [ἀγῶσιν· τῆς δὲ ἀ]ναγορε[ύ]σεως τοῦ στεφάνου ἐπι-
95 [μεληθῆναι τοὺς στρ]ατηγούς· ἐπικεχωρῆσθαι δὲ Διονυσίωι καὶ τ[ὴν ἀνάθεσιν τῆς εἰκόνος ποιήσασθαι ἧι ἐστεφάνω]σαν αὐτὸν οἱ ἐφηβεύσαντες οὗ
[οἱ νόμοι οὐκ ἀπαγορεύου]σιν· εἶναι δὲ αὐτῶι καὶ ἄλλο ἀγαθὸν [εὑ]ρέσθ[αι παρὰ τοῦ δήμου οὗ ἂν] δοκῇ ἄξιος εἶναι. ἀναγράψαι
[δὲ τόδε τὸ ψήφισμ]α τὸν γραμματέα τὸν κατὰ πρυτα[νείαν ἐν στήλαις λιθίναις δυσὶν καὶ στῆσαι μ]ίαν μὲν ἐν ἀγορᾶι, τὴν δὲ ἑτέ-
[ραν οὗ ἂν ἐπιτήδ]ειον εἶναι φαίνηται· [ε]ἰς δὲ τὴν [ἀν]αγ[ρ]αφὴν [καὶ τὴν ἀνάθεσιν τῶν στηλῶν τὸ γενό]μενον ἀνάλωμα μερίσαι
[τὸν ταμίαν] τῶν στρατιωτικῶν.
col. I.100 ἡ βουλὴ ὁ δῆμ[ο]ς
 in corona:
   τοὺς
[ἐφήβους]
col. II.100 ἡ βουλὴ ὁ [δ]ῆμος
 τὸν κοσμ[η]τὴν
101a  in corona:
102  Διονύσιον
 Σωκράτου
 Φυλάσιον
col. III.100 [οἱ ἔφηβοι?]
 in corona:
[τὸν κοσμη]τὴν
[Διο]νύσιον
  Σωκράτου
105 [Φ]υλάσιον
col. IV.100 [ὁ δ]ῆμος τὸν κοσμητὴν
100a     in corona:
101     Διονύσιο[ν]
    Σωκράτου
    Φυλάσιον
    καὶ τοὺς
105     ἐφήβους
col. V.100 ἡ βουλὴ ὁ δῆμος
  in corona:
    τοὺς
[ἐφήβ]ου[ς]
106 [ο]ἱ ἐφηβεύσαντες [ἐπὶ Δημη]τρίου ἄρ[χον]τος·
col. I.107        [Ἐρεχ]θεῖδος
— — —  Ἀντιπάτρου Λαμπτρεύς
— — —  — — — ρου ἐκ Κηδῶν
110 [— — —  — — — ο]υ Λαμπτρεύς
— — —  Ἑρμίου Λαμ[πτρε]ύς
[— — —  Ἀπ]ολλωνίου Κηφισιεύ[ς]
— — — ς Ἐπιγένου Φηγούσιος
— — — ς Στεφάνου Κηφισιεύς
115            Αἰγεῖδος
— — — χος Κραταιμένου Φιλαΐδ[η]ς
— — — ος Διογένου ἐκ Κολων[οῦ]
— — δωρος Διονυσοδώρου Ἁλα[ιεύς]
— — — ς Ἄννωνος Ἰωνίδης
120 — — —  Ἄννωνος Ἰωνίδης
— — ω[ρο]ς Μη[τρ]οδώρου Ἀραφή[νιος]
[— — — Μ]ητροδώ[ρ]ου Ἀραφήνι[ο]ς
— — —  — χονος Ἰ[ων]ίδης?
[— — δ]ρος Εὐκλέους Ἀγκυλῆθε[ν]
125 — — — ς Αἰσχρίωνος  — — —
[— — η]ς Εὐθυκλέους Βατῆθ[εν]
— — — τος [Ἡρ]ακλείδου Φηγαιεύ[ς]
              Πανδιονίδος
[— — δ]οτος Ζη[νο]δότ[ου  — — —]
130 — — τος Διο — —  — — —
col. II.107 Ἀθηνάδης Α — — δου Κυδαθηναιεύς
Ἀμύντας Μ[— — ο]υ Παιανιεύς
Ποσειδώ[νιος  — — κ]λέους [Παι]α[νι]ε[ύς]
110               Λεω[ντίδος]
Ἐπικλῆς Σ — — — ς Κρωπίδης
[Ἀπο]λλόδοτο[ς  — — —]ου  — — —
[Δι]οκλῆς Διοκ[λε—  — — —]
[Ε]ὐκλῆς Ξεν[άνδρου Αἰθαλίδης]
115 Ἡράκλειτος  — — —  — — —
Λυσιμ[αχ —  — — — Κήτ]τιος?
          [Πτολ]εμαι[ΐδος]
[Δι]οχάρης Ε — — —  — — εύς
Διονύσιος Δ[— — — Ἀ]φιδναῖος
120 — — —  — — νου Ἀφιδναῖος
— — — Κλέω[νο]ς Βερενικίδης
— — —  — οξε—  — — — ης
— — —  — μο[—  Κ]ολωνῆθεν
— — —  — — —  Φλυεύς
125 — — —  — — — ς Θημακεύς
[Ἀκαμαντ]ίδος
— — —  — — ονος Κεφαλῆθεν
col. III.107 Θρασύ[βουλος  — — —  — — —]
Καλλισ — —  — — —  — — —
Ἀπολλω[ν  — — —  — — —]
110 Μ․․ισ —  — — —  — — —
— — —  — — —  — — —
Διο — —  — — —  — — —
Κα — — —  — — —  — — — ς
         [Κεκροπίδος]
115 ․․․․ένης — — —  — — —
Διόδωρος Δ — —  — — — ος
Διον[ύ]σιο[ς  — — —  — — —]
Τιμογέ[ν]ης  — — —  — — —
Διοκλῆς Ἀγαθ — —  — — —
120 Λάχης Διονυσίου  — — —
Εὐρύβιος Μειδων —  — — —
Γάϊος Μαάρκου Μελ[ιτεύς]
Πασικράτης Ἀγαθοκλ[έους Συπα]λήττιος
       Ἱ[ππ]οθωντ[ίδο]ς
125 Ἄροπος Ἀφροδι[σίου Ἀζηνιεύς]
Ξενόδικος Λυσι[μάχου  — — —]
Ἵπποκλος Διογένου Κε[ιριάδης]
col. IV.107 [Γ]άϊος Γαΐου Πειραιεύς
Ἀριστοτέλης Ἀφροδισίου Πειραι[εύς]
Ἀθηναγόρας Ἀθηναγόρου Πειραι[εύς]
110 Σωσιφάνης [Κ]ρινολάου Ἁμαξαντε[ύς]
Εὐθύκριτος Θεαινέτου Ἀχερδούσι[ος]
Εὔβου[λος] Ἀγαθάνακτο[ς] Ἐλαιούσιο[ς]
Στρατόνικος Στρατονίκου Ἁμαξαν[τεύς]
Εὐθίας Ἀντιμένου Ἁμαξαντεύ[ς]
115 Θεόφημος Πρωτογένου Ἁμαξαν[τεύς]
Δημήτριος Νικοδήμου Ἁμαξαντε[ύς]
Θεόφιλος Ἱερωνύμου Ἀζηνιεύς
Δωρόθεος Δωροθέου Ἐροιάδης
Ἀπολλώνυμος Ἀπολλωνύμου Ἐλαι[ούσιος]
120 [Ἄνδρ]ος Ἄνδρου Ἀζηνιεύς
Ἀλεξίων [— — — ο]υ Ἀζηνιεύς
Νίκων Με — —  — — —
Θεόδοτ[ος  — — —  — — —]
Ἰάσων  — — —  — — —
125 Ἀνθεσ[τήριος  — — —  — — —]
col. V.107 [— — —  Δ]ιονυσίου Παλλην[εύς]
— — —  — — ρίωνος Σημαχίδ[ης]
[— — — Δημ]ητρίου Ἀναφλύστ[ιος]
110 [— — —  Κα]λλικλέους  — — —
col. II.130a in corona:
131 [Ἀσκλη]πιάδην
[Μαραθώνι]ον
col. II/III.130a in corona:
131 Νίκανδρον
Εὐωνυμέα
col. III.130a in corona:
131 Καλχηδό[να]
Περιθοίδην
col. IV.130a in corona:
131 Σάτυρον
Ἁλιμούσιον
col. V.130a in corona:
131 Ἱέρω[να]
Ἀναγυ[ράσιον]
Search Help
Contact Us