[ ]
Aeg. Isl. — Naxos — ca. 100-50 BC — A.N. Oikonomides, Lexiko Koinonikon Epistemon 3 (1960) 2513-2514
1 | ὁ δῆμος ὁ Ναξίων ἐστεφάνωσεν |
Ἀνακλείδην Ἀνδροκλέους | |
τῶι ἱερῶι τοῦ Διονύσου στεφάνωι | |
καὶ ἄλλωι χρυσῶι στεφάνωι | |
5 | τῶι μεγίστωι ἐκ τοῦ νόμου |
καὶ ἐτίμησεν εἰκόνι χαλκῆι | |
καὶ προεδρίαι ἐν τοῖς ἀγῶσιν | |
καὶ ἐν τοῖς ἱεροῖς οἶς ἡ πόλις θύει παρουσίαι | |
ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς αὑτόν. |