[ ] Att. — non-stoich. — 122/1
See also:
1 [ἐπὶ Νικοδήμου ἄρχοντος ἐπὶ τῆς Αἰγεῖδος τρί]της πρυτανείας, ἧι Ἐπι-
[γένης Ἐπιγένου Οἰναῖος ἐγραμμάτευεν· Βοηδρ]ομιῶνος ὀγδόει ἱσταμέ-
[νου ἐμβολίμωι κατ’ ἄρχοντα, κατὰ θεὸν δὲ ἐνάτηι ἱ]σταμένου, ἐνάτει τῆς
[πρυτανείας· ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· τῶν] προέδρων ἐπεψήφιζεν Τί-
5 [μων Θεοπόμπου Παιανιεὺς καὶ συμπρόεδροι· ἔδοξ]εν τῶι δήμωι· v Ἀφροδίσιος
[Ἀφροδισίου Ἀζηνιεὺς εἶπεν· ὑπὲρ ὧν ἀπαγγέλλου]σιν οἱ πρυτάνεις τῆς Ἐρε-
[χθεῖδος ὑπὲρ τῶν θυσιῶν ὧν ἔθυον τὰ πρὸ τῶν ἐκ]κλησιῶν τῶι τε Ἀπόλλωνι
[τῶι Προστατηρίωι καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτριον] ἦν· v ἀγαθεῖ τύχει δεδόχθα-
[ι τῶι δήμωι, τὰ μὲν ἀγαθὰ δέχεσθαι τὰ γεγονότα ἐν τοῖ]ς ἱεροῖς οἷς ἔθυον ἐφ’ ὑγιεία-
10 [ι καὶ σωτηρίαι τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ παίδω]ν καὶ γυναικῶν καὶ τῶν φίλ[ω]ν
[καὶ συμμάχων· ἐπειδὴ δὲ οἱ πρυτάνεις τάς τε θυ]σίας ἔθυσαν ἁπάσας τὰς καθη-
[κούσας ἐν τῆι πρυτανείαι μεγαλοπρεπῶς, ἐπεμ]ελήθησαν δὲ καὶ τῆς συλλο-
[γῆς τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν ἄλλων ἁπά]ντων ὧν αὐτοῖς προσέταττον
[οἵ τε νόμοι καὶ τὰ ψηφίσματα τοῦ δήμου, ἐπαινέσ]αι τοὺς πρυτάνεις τῆς Ἐρε-
15 [χθεῖδος καὶ στεφανῶσαι αὐτοὺς χρυσῶι στεφάνωι κ]ατὰ τὸν νόμον. ἀναγράψ[αι]
[δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτ]ανείαν εἰς στήλην λιθί[νην]
[καὶ στῆσαι ἐν τῶι πρυτανικῶι, εἰς δὲ τὴν ἀναγραφὴ]ν καὶ τὴν π[οίησ]ιν τῆ[ς στήλ]-
[ης κτλ.]
Search Help