Sacrificial calendar. Upper part of a pedimental stele of gray marble.
[ ]
Kos Isl. — Halasarna (Kardamaina) — Sanct. of Apollo — ca. 225-200 BC — SEG 45.1120 (mention) — The Hellenistic Polis of Kos (2004) 121-126 — Halasarna I (2004) 44, 6
See also:
1 | τάδε ἀνέγραψαν τοὶ ἄνδρες |
τοὶ αἱρεθέντες, Νικόμαχος | |
Τιμαινέτου, Ἀρίσταιχμος | |
Ἀρισταρχίδα, Χαιρέδαμος | |
5 | Δαμοφῶντος, ἃ θύει ὁ ἱερεὺς |
τοῦ Ἀπόλλωνος καθ’ ἕκαστον | |
ἐνιαυτόν· μηνὸς Ὑακινθίου v | |
δυωδεκάται, Ἱστίαι Φαμίαι οἶν | |
ἔρσενα, τούτου ἀποφορὰ vvvvvv | |
10 | ἐς τιμαχεῖον· γυναιξὶν οὐχ ὅ{υ}%⁸⁰- |
σια {²⁶ὅσια}²⁶ ⋮ Ἀπόλλωνι ἱερεῖον τέλεων, | |
Ἱστίαι Τιμαχείαι ἱερεῖον· ⋮ ἐνάται | |
πρὸ ἰκάδος, Ἀπόλλωνι τέλεων | |
καὶ τελέαν· ταῦτα διαιρεῖται v | |
15 | τοῖς δαμόταις πᾶσιν· ⋮ Διοσκόροις |
οἶν ἔρσενα· Διῒ Σωτῆρι οἶν ἔρσενα. | |
Καρνείου ἐνάται ἱσταμένου, vvv | |
Ἀφροδίται αἶγα· ⋮ διχομηνίαι, Ἀρτά- | |
μιτι Ἀγροτέραι ἱερε<ῖ>ον· ⋮ Ἑκάται v | |
20 | Στρ̣ατίαι αἶγα τελείαν· ⋮ ἑκκαιδε- |
κάτ̣αι Διῒ Πολιεῖ ἐν Ἀγροπόλι οἶν | |
τέλεων· Ἀθάναι Πολιάδι οἶν vv | |
τελείαν, παρ’ ἐνιαυτὸν ἑκατέρωι | |
τῶν θεῶν· τούτων οὐκ ἀποφορά· | |
25 | ἰκάδι, Ἑκάται Μελιτείναι ἱερεῖον· |
Θευδαισίου ἑκκαιδεκάται, Ἀπόλλω- | |
νι τέλεων καὶ τελείαν· ⋮ Λατοῖ ἱερε- | |
[ῖον, Ἀρτά(?)]μ̣ι̣ Πυθηΐδι οἶν τελείαν· Δι- | |
[ῒ Σωτῆρι, Ἀθά]ν̣αι Σωτείραι Ι | |
30 | [— — — — — — — — —]Φ̣Ε̣[—] |
[— — — — — — — — — — —] |