SEG 54:744
Sacrificial calendar.  Upper part of a pedimental stele of gray marble.
[ ] Kos Isl. — Halasarna (Kardamaina) — Sanct. of Apollo — ca. 225-200 BC — SEG 45.1120 (mention) — The Hellenistic Polis of Kos (2004) 121-126 — Halasarna I (2004) 44, 6
1 τάδε ἀνέγραψαν τοὶ ἄνδρες
τοὶ αἱρεθέντες, Νικόμαχος
Τιμαινέτου, Ἀρίσταιχμος
Ἀρισταρχίδα, Χαιρέδαμος
5 Δαμοφῶντος, ἃ θύει ὁ ἱερεὺς
τοῦ Ἀπόλλωνος καθ’ ἕκαστον
ἐνιαυτόν· μηνὸς Ὑακινθίου v
δυωδεκάται, Ἱστίαι Φαμίαι οἶν
ἔρσενα, τούτου ἀποφορὰ vvvvvv
10 ἐς τιμαχεῖον· γυναιξὶν οὐχ ὅ{υ}%⁸⁰-
σια {²⁶ὅσια}²⁶ ⋮ Ἀπόλλωνι ἱερεῖον τέλεων,
Ἱστίαι Τιμαχείαι ἱερεῖον· ⋮ ἐνάται
πρὸ ἰκάδος, Ἀπόλλωνι τέλεων
καὶ τελέαν· ταῦτα διαιρεῖται v
15 τοῖς δαμόταις πᾶσιν· ⋮ Διοσκόροις
οἶν ἔρσενα· Διῒ Σωτῆρι οἶν ἔρσενα.
Καρνείου ἐνάται ἱσταμένου, vvv
Ἀφροδίται αἶγα· ⋮ διχομηνίαι, Ἀρτά-
μιτι Ἀγροτέραι ἱερε<ῖ>ον· ⋮ Ἑκάται v
20 Στρ̣ατίαι αἶγα τελείαν· ⋮ ἑκκαιδε-
κάτ̣αι Διῒ Πολιεῖ ἐν Ἀγροπόλι οἶν
τέλεων· Ἀθάναι Πολιάδι οἶν vv
τελείαν, παρ’ ἐνιαυτὸν ἑκατέρωι
τῶν θεῶν· τούτων οὐκ ἀποφορά·
25 ἰκάδι, Ἑκάται Μελιτείναι ἱερεῖον·
Θευδαισίου ἑκκαιδεκάται, Ἀπόλλω-
νι τέλεων καὶ τελείαν· ⋮ Λατοῖ ἱερε-
[ῖον, Ἀρτά(?)]μ̣ι̣ Πυθηΐδι οἶν τελείαν· Δι-
[ῒ Σωτῆρι, Ἀθά]ν̣αι Σωτείραι Ι
30 [— — — — — — — — —]Φ̣Ε̣[—]
[— — — — — — — — — — —]
Search Help
Contact Us