[ ]
Arabia — Gerasa — 2nd c. AD — ADAJ 32 (1988) 151, 5
1 | ἀγαθῇ τύχῃ. |
Ἀκρίσιος Ἀμύντου | |
καὶ Διογένης καὶ Ἀμύν- | |
τας υἱοὶ ἀρχιβωμισταὶ | |
5 | Ἀπόλλωνος καὶ Κόρης |
καὶ τῶν συννάων θεῶν | |
εὐξάμενοι τῇ Κυρίᾳ Οὐρανίᾳ | |
Ἀρτέμιδι τὸν ἀκμάζοντα | |
Καιρὸν ἐκ τῶν ἰδίων | |
10 | ἀνέθηκαν̣. |