[ ] Syr., Kommagene — Sofraz Köy — 66-64 BC — ZPE 20 (1976) 201-223 — cf. ZPE 23 (1976) 264
1                βασιλεὺς Ἀντίοχος θεὸς Δί-
               καιος Ἐπιφανὴς Φιλορώμαιος
               καὶ Φιλέλλην ὁ ἐγ βασιλέως Μι-
               θραδάτου Καλλινίκου, ὁ κτίστης
5                καὶ εὐερ<γ>έτης καὶ πρῶτος ἀναλα-
               βὼν τὴν κίταριν, Ἀπόλλωνι ἐπηκόῳ καὶ Ἀρτ[έμι]-
[δι] Δικτύννῃ τὸν τόπον τοῦτον ἀφιέρωσα καὶ τάς τε τῶν θεῶ[ν εἰ]-
[κό]νας τὰς ἐνγεγλυμμένας ἐν ταῖς στήλαις καὶ τὰς ἐμὰς τ[ὰς]
[σ]υνκαθιδρυμένας ταύταις ἀναστήσας κατέστησα ἱερεῖ[ς ἔν]
10 [τ]ε τῷ ἱερῷ τούτῳ καὶ ἐν τοῖς λοιποῖς τοῖς τῆς βασιλείας ἱερο[ῖς καὶ]
[ἀ]φώρισμα χώρας τοῖς ἱεροῖς πᾶσι, ὅπως οἱ ἱερεῖς ἐκ τῶν γινομένω[ν προσ]-
όδων τῆς αὐτῆς χώρας ποιῶνται τὰς ἐπιθύσεις καὶ τὰς θυσίας [κατὰ]
[μ]ῆνα τῇ ἐκκαιδεκάτῃ γενεθλίῳ μου ἡμέρᾳ καὶ ἑορτάζωσιν καὶ ε̣[ὐω]-
[χ]ῶνται οἱ κατὰ μέρος. v διεταξάμην δὲ ἵνα καὶ πάντες οἱ ἐκ τῆς β-
15 ασιλείας πανδημεὶ κατ’ ἐνιαυτὸν συνέ̣ρ̣χωνται, ἕκα[σ]τοι εἰς τὰ <ἐ>[γ]-
[γ]ὺς αὐτοῖς ἱερά, ἔν τε τῇ ἑκκαιδεκάτῃ τοῦ Αὐδναίου οὔσῃ ἐνιαυσίῳ [γενε]θλίῳμου ἡμέρᾳ καὶ τῇ δε[κάτῃ]
τοῦ Λώου μηνός, ἐν τὸ διάδημα ἀνέλαβον, [κ]αὶ ἐπιθύοντες ἐν τοῖς ἱεροῖς εὐωχῶ[νται]
[τ]αύτας τὰς δύο ἡμέρας· ὁμοίως δὲ καὶ ἱεροδού<λ>ους ἀφιέρωσα, ἵ̣ν̣α̣ προ[σκαρτε]-
[ροῦ]ντες τοῖς ἱεροῖς παρέχωνται τὰς χρείας. ἐὰν δὲ καὶ οἱ υἱοί μου καὶ [οἱ]
20 [ἔγ]γονοι αὐτῶν οἱ τὴν βασιλείαν διαδεχόμενοι ἄγωσιν τὴν ἔμμηνόν μου [γενέθλι]-
ο̣ν̣ ἑκκαιδεκάτην, ὁμοίως δὲ καὶ ἐν τοῖς λοιποῖς ἱεροῖς ἅπασιν τοῖς κ̣[ατὰ τὴν]
[ἐμ]ὴ̣ν βασιλείαν διατάξωνται ἄγεσθαι τὴν αὐτὴν ἡμέραν καθὼς καὶ [πρὸ]
[τῶ]ν ἐμῶν χρόνων ἤγετο, εὐμενεῖς εἴησαν αὐτοῖς οἱ θεοὶ καὶ ἵλεῳ [αὐτοῖς]
[συ]ντυγχανέτωσαν. ὅσοι δ’ ἂν τῶν βασιλέων ἢ δυναστῶν ἢ στρα[τηγῶν]
25 [ἢ] ἐθναρχῶν ἢ ἄλλοι τινὲς παραγένωνται εἰς τοῦτο τὸ ἱερὸν καὶ β[ούλωνται]
ἐπιθύειν καὶ σπενδοποιεῖσθαι ἐπὶ τῶν βωμῶν τῶν καθιδρυμένω̣[ν ἐν]
[το]ύτῳ τῷ ἱερῷ, ὁμοίως δὲ καὶ τῇ ἐμῇ εἰκόνι τῇ καθιδρυμένῃ σὺν τ[αῖς τῶν]
[θ]εῶν εἰκόσιν, κατὰ ταὐτὰ δὲ καὶ ἐν τοῖς ἄλλοις τοῖς ἐν τῇ βασιλε[ίᾳ ἱε]-
[ρ]οῖς, ἐν οἷς καθίδρυνται καὶ αἱ ἐμαὶ εἰκόνες σὺν ταῖς τῶν θεῶν εἰκ[όσιν],
30 [συν]αύξουσι[ν αὐ]τοῖς τῶν τε θεῶν καὶ τὰς ἐ[μὰς εἰκό]ν̣ας καὶ τὸ[ν πρέ]-
[ποντ]α <σ>ε̣[βασμ]ὸν ἀπομερίζουσιν εὐμε[νεῖς εἴησα]ν οἱ θεοὶ κ[αὶ παρ’]
[ὅλον αὐτοῖς τὸν χ]ρόνον τὰ παρὰ τούτων ἀ[παντάσθω] ἀγαθά· ο[ἳ]
[δ’ ἂν παραγενόμενοι] ε̣ἰ̣ς̣ τ̣ο̣ῦ̣τ̣ο̣ τ̣[ὸ ἱερόν, ὁμοίως δὲ καὶ εἰς τὰ λοιπὰ ἱε]-
[ρὰ, τοῖς τῆς βασιλείας τόποις, ἐν οἷς συνκαθίδρυνται τοῖς θεοῖς καὶ αἱ]
35 [ἐμαὶ εἰκόνες, μὴ τὸν πρέποντα σεβασμὸν ἀπομερίσωσιν, ἀλλ’ ἐκ τῶν]
[ἐναντίων βλάψωσίν τι ἢ λυμήνωνται τὰ ἱερὰ ἢ τὰς ἐμὰς εἰκόνας],
[συμβαίνοι αὐτοῖς τὰ ἐναντία τούτων καὶ γίνεσθαι {²⁷γινέσθω}²⁷ αὐτοῖς]
[ἃ τοῖς ἀσεβοῦσι περὶ τοὺς θεοὺς γίνεται].
Search Help
Contact Us