[ ]
Syria, Ctr. — Palmyra (Tadmor) — 132 AD — MusHelv 13 (1956) 216-225
a.1 | Σόαδον Βωλιάδους τοῦ Σοάδου [εὐσεβῆ καὶ] |
φιλόπατριν καὶ ἐν πολλοῖς καὶ [μεγάλοις] | |
καιροῖς γνησίως κ[αὶ φιλοτείμως] | |
παραστάντα τοῖς ἐμπό[ροις καὶ ταῖς] | |
5 | συνοδί[α]ις καὶ τοῖς ἐν Οὐολογασιά̣[δι] |
πολείταις, καὶ τ[ὸ]ν τότε ἀφειδήσαντα | |
[ψ]υ̣χῆς καὶ οὐσίας ὑπὲρ τῶν τῇ πατρίδι | |
διαφ[ε]ρ̣όν[τ]ων καὶ διὰ τοῦτο δόγμασι | |
καὶ ψ[ηφίσ]μ̣ασι καὶ ἀνδριᾶσι δημοσίοις | |
10 | καὶ ἐ[πιστολ]α̣ῖ̣ς̣ καὶ διατάγματι Ποβλικίου |
Μαρκ̣[έλλου τοῦ διασ]ημοτάτου κυρίου | |
ὑπατικ[οῦ τετειμη]μ̣ένον, διασώσαντα | |
δὲ καὶ τὴν [προσφ]ά̣τ̣ως ἀπὸ Οὐολογαισιά[δος] | |
b.14 | παραγενομέν[ην συν]οδίαν ἐκ τοῦ |
15 | περιστάντος αὐ[τ]ὴν μεγάλου κινδύνου, |
ἡ αὐτὴ συνοδία, [ἀρετ]ῆ̣ς καὶ μεγαλο- | |
φροσύ̣ν̣η̣ς̣ [καὶ εὐσεβείας ἕνεκ]α, αὐτοῦ | |
ἀνδρ[ιάντας τέσσαρας ἀνέστησ]ε, ἕν[α] | |
μὲ[ν ἐ]ν̣τ̣αῦθ[α ἐν ἱερῷ Διός], ἕνα δὲ | |
20 | [ἐ]ν ἱερῷ ἄλσει, ἕνα δὲ [ἐ]ν ἱε̣[ρῷ] Ἄ̣ρεος |
καὶ τὸν τέταρτον ἐν ἱερῷ Ἀταργάτειος | |
διὰ Ἀγέγου Ἰαριβωλέους καὶ Θαιμάρσου | |
τοῦ Θαιμάρσου συνοδιάρχων· ἔτους | |
[γ]μυʹ, μηνὸς Περιτίου. |